Πρὸς Θεσσαλονικεῖς Β1

1Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος· τῇ ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν ˚Θεῷ Πατρὶ ἡμῶν καὶ ˚Κυρίῳ ˚Ἰησοῦ ˚Χριστῷ:2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
3Εὐχαριστεῖν ὀφείλομεν τῷ ˚Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου, πάντων ὑμῶν, εἰς ἀλλήλους,4ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι, ἐν ταῖς ἐκκλησίαις τοῦ ˚Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν, καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν, καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,5ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ ˚Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς Βασιλείας τοῦ ˚Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,6εἴπερ δίκαιον παρὰ ˚Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν,7καὶ ὑμῖν τοῖς θλιβομένοις, ἄνεσιν μεθʼ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ ˚Κυρίου ˚Ἰησοῦ ἀπʼ οὐρανοῦ, μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ,8ἐν πυρὶ φλογός διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι ˚Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ, ˚Χριστοῦ·9οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου τοῦ ˚Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ,10ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.11Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ ˚Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει,12ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ, ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ ˚Θεοῦ ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.

Alan Bunning / Center for New Testament Restoration

https://github.com/Center-for-New-Testament-Restoration/SR