1CO14grc_f35

Prophecy is better than Tongues

1Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.2Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ τῷΘεῷ, οὐδεὶς γὰρ ἀκούει· πνεύματι δὲ λαλεῖ μυστήρια.3Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.4Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.5Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις (ἐκτὸς εἰ μὴ διερμηνεύει),ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.

Messages need to be intelligible

6Νυνὶδέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐνδιδαχῇ;7Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα· ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ,πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;8Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξδῷ, τίς παρασκευάσεται εἰς πόλεμον;9Οὕτως καὶ ὑμεῖς· διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.10Τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστινἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶνἄφωνον.11Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.12Οὕτως καὶ ὑμεῖς· ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε, ἵνα περισσεύητε.13Διόπερὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.14Ἐὰν γὰρπροσεύχωμαιγλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.15Τί οὖν ἐστιν; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.16Ἐπεί, ἐὰν εὐλογήσῃςτῷπνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ «Ἀμὴν» ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν;17Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾿ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.

Paul’s example

18Εὐχαριστῶ τῷ Θεῷ μουπάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν,19ἀλλ᾿ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοόςμου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγουςἐν γλώσσῃ.20Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν—ἀλλά, τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.21Ἐν τῷ νόμῳ γέγραπται ὅτι· «Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροιςλαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μου,» λέγει Κύριος.22Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.23Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν,εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;24Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων.25Καὶ οὕτωςτὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως, πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι, «Ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.»

There are limits

26Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶνψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψινἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γινέσθω.27Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω.28Ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ.29Προφῆται δὲδύο ἢ τρεῖς λαλείτωσαν,καὶ οἱ ἄλλοι διακρινέτωσαν.30Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.31Δύνασθε γὰρ καθ᾿ ἕναπάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται.32Καί, πνεύματα προφητῶν προφήταις ὑποτάσσεται.33Οὐ γὰρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς ἀλλ᾿εἰρήνης. Wives are not to speak Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων,34αἱ γυναῖκες ὑμῶνἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτέτραπταιαὐταῖςλαλεῖν, ἀλλ᾿ ὑποτάσσεσθαι,καθὼς καὶ ὁ νόμος λέγει.35Εἰ δέ τι μαθεῖν θέλουσιν,ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναιξὶνἐν ἐκκλησίᾳλαλεῖν.36Ἢ ἀφ᾿ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;

Paul gets ‘authoritative’

37Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτιΚυρίου εἰσὶν ἐντολαί.38Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.39Ὥστε, ἀδελφοί,ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε.40Πάνταεὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.