ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ19grc_tcg
Heaven Rejoices over Babylon
1Μετὰ ταῦτα ἤκουσαὡςφωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷλεγόντων,Ἁλληλούϊα·ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Θεοῦ ἡμῶν,2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ·ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην,ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς,καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.3Καὶ δεύτερονεἴρηκεν,
Ἁλληλούϊα·καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.4Καὶἔπεσον οἱπρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰτέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶτῷ θρόνῳ, λέγοντες, Ἀμήν· ἁλληλούϊα.5Καὶ φωνὴἀπὸ τοῦ θρόνου ἐξῆλθε, λέγουσα,
Αἰνεῖτε τὸν Θεὸν ἡμῶνπάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.6Καὶ ἤκουσαὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν,λέγοντες,
Ἁλληλούϊα,ὅτι ἐβασίλευσε Κύριοςὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ.7Χαίρωμεν καὶ ἀγαλλιώμεθακαὶ δῶμεν τὴν δόξαν αὐτῷ,ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου,καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.8Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληταιβύσσινον λαμπρὸν καὶ καθαρόν·τὸ γὰρ βύσσινον τὰ δικαιώματατῶν ἁγίων ἐστί.9Καὶ λέγει μοι, Γράψον· Μακάριοι οἱ εἰςτὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶτοῦ Θεοῦ εἰσι.10Καὶἔπεσον ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίανἸησοῦ. Τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρίατοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.