ΚΑΤΑ ΜΑΡΚΟΝ5grc_tcg

Jesus Heals a Demon-Possessed Man

1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶνΓαδαρηνῶν.2Καὶἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου,εὐθέωςἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,3ὃς τὴνκατοίκησιν εἶχεν ἐν τοῖςμνήμασι· καὶοὔτε ἁλύσεσιν οὐδεὶςἐδύνατο αὐτὸν δῆσαι,4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶςαὐτὸν ἴσχυε δαμάσαι·5καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖςὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.6Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμε καὶ προσεκύνησεναὐτῷ,7καὶ κράξας φωνῇ μεγάλῃεἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.8Ἔλεγε γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.9Καὶ ἐπηρώτα αὐτόν, Τί σοι ὄνομα;Καὶἀπεκρίθη, λέγων,Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.10Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴαὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.11Ἦν δὲ ἐκεῖπρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·12καὶ παρεκάλεσαν αὐτὸνπάντες οἱ δαίμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.13Καὶ ἐπέτρεψεν αὐτοῖςεὐθέως ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν·ἦσαν δὲ ὡςδισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.14Οἱ δὲ βόσκοντεςτοὺς χοίρους ἔφυγον, καὶἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός·15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενονκαὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸνΛεγεῶνα· καὶ ἐφοβήθησαν.16Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.18Καὶἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵναᾖ μετ᾽ αὐτοῦ.19Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε, καὶ ἠλέησέ σε.20Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.

A Girl Restored to Life and a Woman Healed

21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.22Καὶἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματιἸάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,23καὶπαρεκάλει αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇςαὐτῇ τὰς χεῖρας,ὅπως σωθῇ καὶζήσεται.24Καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.25Καὶ γυνήτις οὖσα ἐν ῥύσει αἵματοςἔτη δώδεκα,26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,27ἀκούσασαπερὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ·28ἔλεγεγὰρ ὅτιΚἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι.29Καὶεὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.30Καὶεὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε, Τίς μου ἥψατο τῶν ἱματίων;31Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο;32Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.33Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονενἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.34Ὁ δὲ εἶπεν αὐτῇ, Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.35Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;36Ὁ δὲ Ἰησοῦςεὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ· μόνον πίστευε.37Καὶ οὐκ ἀφῆκενοὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴΠέτρον καὶ Ἰάκωβον καὶἸωάννην τὸν ἀδελφὸν Ἰακώβου.38Καὶἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον,κλαίοντας καὶ ἀλαλάζοντας πολλά.39Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.40Καὶ κατεγέλων αὐτοῦ.Ὁ δέ, ἐκβαλὼνπάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίονἀνακείμενον.41Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι·ὅ ἐστι μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι.42Καὶεὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶἐξέστησαν ἐκστάσει μεγάλῃ.43Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶςγνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.