ΚΑΤΑ ΛΟΥΚΑΝ2grc_tcg

The Birth of Jesus

1Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.2Αὕτηἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.3Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴνἰδίαν πόλιν.4Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεωςΝαζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλινΔαυίδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶςΔαυίδ,5ἀπογράψασθαι σὺν Μαριὰμ τῇμεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃἐγκύῳ.6Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.7Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐντῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

Angels Announce Jesus' Birth to Shepherds

8Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.9Καὶἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν.10Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ·11ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλειΔαυίδ.12Καὶ τοῦτο ὑμῖντὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον,κείμενον ἐνφάτνῃ.13Καὶἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων,
14Δόξα ἐν ὑψίστοις Θεῷ,καὶ ἐπὶ γῆς εἰρήνη·ἐν ἀνθρώποις εὐδοκία.
15Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι,καὶ οἱ ἄνθρωποι οἱ ποιμένεςεἶπον πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.16Καὶἦλθον σπεύσαντες, καὶἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.17Ἰδόντες δὲδιεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.18Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.19Ἡ δὲΜαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα,συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.20Καὶὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.21Καὶ ὅτε ἐπλήσθησανἡμέραι ὀκτὼ τοῦ περιτεμεῖναὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦσυλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.

Jesus Presented at the Temple

22Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦαὐτῶν κατὰ τὸν νόμονΜωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ—23καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται—24καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐννόμῳ Κυρίου, Ζεῦγος τρυγόνων ἢ δύονεοσσοὺς περιστερῶν.25Καὶ ἰδού,ἦν ἄνθρωπος ἐνἹερουσαλήμ, ᾧ ὄνομαΣυμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμαἦν Ἅγιον ἐπ᾽ αὐτόν.26Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶνἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.27Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,28καὶ αὐτὸς ἐδέξατοαὐτὸ εἰς τὰς ἀγκάλαςαὐτοῦ, καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε,
29Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·32φῶς εἰς ἀποκάλυψιν ἐθνῶν,καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33Καὶ ἦνἸωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.34Καὶ εὐλόγησεν αὐτοὺςΣυμεών, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον·35καὶ σοῦδὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.36Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασαἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆςπαρθενίας αὐτῆς,37καὶαὕτη χήραὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατοἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν.38Καὶαὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷΚυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσινἐν Ἱερουσαλήμ.

The Return to Nazareth

39Καὶ ὡς ἐτέλεσανἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου,ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰςτὴν πόλινἑαυτῶνΝαζαρέτ.40Τὸ δὲ παιδίον ηὔξανε, καὶ ἐκραταιοῦτοπνεύματι, πληρούμενονσοφίας· καὶ χάρις Θεοῦ ἦν ἐπ᾽αὐτό.

The Boy Jesus at the Temple

41Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα.42Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα,ἀναβάντων αὐτῶνεἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς,43καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ·44νομίσαντες δὲ αὐτὸνἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖςσυγγενέσι καὶἐν τοῖς γνωστοῖς·45καὶ μὴ εὑρόντεςαὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ,ζητοῦντες αὐτόν.46Καὶ ἐγένετο,μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς.47Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.48Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν· καὶπρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε, Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σουκἀγὼ ὀδυνώμενοιἐζητοῦμέν σε.49Καὶ εἶπε πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;50Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.51Καὶ κατέβη μετ᾽ αὐτῶν, καὶ ἦλθεν εἰςΝαζαρέτ· καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματαταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.52Καὶ Ἰησοῦς προέκοπτεσοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.