ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ8grc_tcg

The High Priest of the New Covenant

1Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς,2τῶν ἁγίων λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος,καὶ οὐκ ἄνθρωπος·3πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃπροσενέγκῃ.4Εἰ μὲνγὰρ ἦν ἐπὶ γῆς, οὐδ᾽ ἂν ἦν ἱερεύς, ὄντωντῶν ἱερέων τῶν προσφερόντων κατὰτὸν νόμον τὰ δῶρα,5οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισταιΜωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα, γάρ φησι,ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.6Νυνὶ δὲ διαφορωτέραςτέτυχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.7Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος.8Μεμφόμενος γὰραὐτοῖς λέγει,
Ἰδού, ἡμέραι ἔρχονται, λέγει Κύριος,καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλκαὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν·
9οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶνἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου·ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου,κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.10Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλμετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν,καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς·καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν,καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.11Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ,καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον·ὅτι πάντες εἰδήσουσί με,ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν.12Ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
13Ἐν τῷ λέγειν, Καινήν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.