1Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχωπερὶ ὑμῶν καὶ τῶν ἐνΛαοδικείᾳ, καὶ ὅσοι οὐχἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί,2ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν,συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰςπάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦκαὶ πατρὸς καὶ τοῦ Χριστοῦ,3ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶτῆς γνώσεως ἀπόκρυφοι.4Τοῦτοδὲ λέγω, ἵναμή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.5Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
Fullness of Life in Christ
6Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε,7ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοιἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντεςἐν αὐτῇ ἐν εὐχαριστίᾳ.8Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν·9ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,10καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας·11ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματοςτῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,12συνταφέντες αὐτῷ ἐν τῷβαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκτῶν νεκρῶν.13Καὶ ὑμᾶς, νεκροὺς ὄνταςἐν τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν,συνεζῳοποίησενὑμᾶς σὺν αὐτῷ, χαρισάμενοςἡμῖν πάντα τὰ παραπτώματα,14ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ·15ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.16Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσειἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢνουμηνίας ἢ σαββάτων·17ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμαΧριστοῦ.18Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃμὴ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,19καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶσυμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.20Εἰ ἀπεθάνετε σὺνΧριστῷ, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε,21Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς—22ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει—κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων;23Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐνἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.