ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ4grc_tcg
Peter and John Brought Before the Council
1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιντῶν νεκρῶν.3Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.4Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθηὁ ἀριθμὸς τῶν ἀνδρῶνὡσεὶ χιλιάδες πέντε.5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶπρεσβυτέρους καὶγραμματεῖςεἰς Ἱερουσαλήμ,6καὶἌνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.7Καὶ στήσαντες αὐτοὺς ἐνμέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;8Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροιτοῦ Ἰσραήλ,9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτοςσέσῳσται·10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.11Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶνοἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.12Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία·οὔτε γὰρ ὄνομάἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶἸωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν.14Τὸνδὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτατὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.15Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν,συνέβαλλον πρὸς ἀλλήλους,16λέγοντες, Τίποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθαἀρνήσασθαι.17Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν,ἀπειλῇἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶἀνθρώπων.18Καὶ καλέσαντες αὐτούς, παρήγγειλαναὐτοῖςτὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.19Ὁ δὲ Πέτρος καὶἸωάννης ἀποκριθέντεςπρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε.20Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃεἴδομεν καὶἠκούσαμεν, μὴ λαλεῖν.21Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶςκολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι.22Ἐτῶν γὰρ ἦν πλειόνωντεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃνἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.The Believers Pray for Boldness
23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροιεἶπον.24Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν, καὶεἶπον, Δέσποτα, σὺὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·25ὁδιὰ στόματος Δαυὶδ παιδός σου εἰπών,Ἵνα τί ἐφρύαξαν ἔθνη,καὶ λαοὶ ἐμελέτησαν κενά;26Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸκατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·27συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείαςἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ ΠόντιοςΠιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ,28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλήσου προώρισε γενέσθαι.29Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,30ἐν τῷ τὴν χεῖράσου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.31Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντεςΠνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.