ΠΕΤΡΟΥ Α2grc_tcg

Christ the Living Stone

1Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,2ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷαὐξηθῆτε,3εἴπερ ἐγεύσασθε ὅτιχρηστὸς ὁ Κύριος·4πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον,5καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός,ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτουςτῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.6Διότι περιέχειἐν τῇ γραφῇ,
Ἰδού, τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον,ἐκλεκτόν, ἔντιμον,καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
7Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν,ἀπειθοῦσι δέ,
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,
8καί,
Λίθος προσκόμματοςκαὶ πέτρα σκανδάλου·οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
9Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·10οἱ ποτὲ οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.

Live as Servants of God

11Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμουςἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς,12τὴν ἀναστροφὴν ὑμῶνἔχοντες καλὴν ἐν τοῖς ἔθνεσιν, ἵνα, ἐν ᾧκαταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργωνἐποπτεύσαντες δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.13Ὑποτάγητεοὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,14εἴτε ἡγεμόσιν ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰςἐκδίκησιν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν—15ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦνταςφιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν—16ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾽ ὡςδοῦλοι Θεοῦ.17Πάντας τιμήσατε, τὴν ἀδελφότηταἀγαπήσατε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.

The Example of Christ's Suffering

18Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.19Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως.20Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰΘεῷ.21Εἰς τοῦτογὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸςἔπαθεν ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·22ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·23ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·24ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα, ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπιαὐτοῦ ἰάθητε.25Ἦτε γὰρ ὡς πρόβαταπλανώμενα·ἀλλ᾽ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶνὑμῶν.

No translations available.