ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α7grc_tcg

Principles of Marriage

1Περὶ δὲ ὧν ἐγράψατέμοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.2Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.3Τῇ γυναικὶ ὁ ἀνὴρ τὴνὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.4Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει,ἀλλ᾽ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει,ἀλλ᾽ ἡ γυνή.5Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνασχολάζητετῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸσυνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.6Τοῦτο δὲ λέγω κατὰσυγγνώμην, οὐ κατ᾽ ἐπιταγήν.7Θέλωγὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν·ἀλλ᾽ ἕκαστος ἴδιονχάρισμα ἔχει ἐκ Θεοῦ,ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.8Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖςἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.9Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν·κρεῖσσον γάρ ἐστιγαμῆσαι ἢ πυροῦσθαι.10Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ,ἀλλ᾽ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι·11ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω—καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.12Τοῖς δὲ λοιποῖςἐγὼ λέγω, οὐχ ὁ Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶαὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.13Καὶ γυνὴἥτις ἔχει ἄνδρα ἄπιστον, καὶαὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτωαὐτόν.14Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν.15Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκενἡμᾶς ὁ Θεός.16Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;

Live the Life Assigned to You

17Εἰ μὴ ἑκάστῳ ὡςἐμέρισεν ὁΘεός, ἕκαστον ὡς κέκληκεν ὁΚύριος, οὕτω περιπατείτω. Καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.18Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳτις ἐκλήθη; Μὴ περιτεμνέσθω.19Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.20Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.21Δοῦλος ἐκλήθης; Μή σοι μελέτω· ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.22Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίωςκαὶ ὁ ἐλεύθερος κληθείς, δοῦλός ἐστι Χριστοῦ.23Τιμῆς ἠγοράσθητε· μὴγίνεσθε δοῦλοι ἀνθρώπων.24Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰΘεῷ.

The Unmarried and the Widowed

25Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.26Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.27Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.28Ἐὰν δὲ καὶγήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.29Τοῦτο δέ φημι,ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος·τὸ λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι·30καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες·31καὶ οἱ χρώμενοιτῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.32Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶςἀρέσει τῷ Κυρίῳ·33ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶςἀρέσει τῇ γυναικί.34Μεμέρισται καὶ ἡ γυνὴκαὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶσώματι καὶπνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶςἀρέσει τῷ ἀνδρί.35Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶνσυμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶεὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως.36Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλειγίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.37Ὃς δὲ ἕστηκενἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇκαρδίᾳ αὐτοῦ,τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶςποιεῖ.38Ὥστε καὶ ὁἐκγαμίζων καλῶς ποιεῖ·ὁ δὲ μὴἐκγαμίζων κρεῖσσονποιεῖ.39Γυνὴ δέδεταινόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲκαὶ κοιμηθῇ ὁἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.40Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶδὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.