ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α12grc_tcg

Spiritual Gifts

1Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.2Οἴδατε ὅτιὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.3Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγειἈνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν,Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.4Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα.5Καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος.6Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν,ὁ δὲ αὐτόςἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.7Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.8ᾯ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα·9ἑτέρῳδὲ πίστις, ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳδὲ χαρίσματα ἰαμάτων ἐν τῷαὐτῷ πνεύματι·10ἄλλῳδὲ ἐνεργήματα δυνάμεων, ἄλλῳδὲ προφητεία, ἄλλῳδὲ διακρίσεις πνευμάτων, ἑτέρῳδὲ γένη γλωσσῶν, ἄλλῳδὲἑρμηνεία γλωσσῶν·11πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

One Body with Many Members

12Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέληἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματοςτοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.13Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· καὶ πάντεςεἰς ἓν πνεῦμα ἐποτίσθημεν.14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.15Ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;16Καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;17Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;18Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.19Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;20Νῦν δὲ πολλὰμὲν μέλη, ἓν δὲ σῶμα.21Οὐ δύναται δὲὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί, Χρείαν ὑμῶν οὐκ ἔχω.22Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι·23καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει·24τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει·ἀλλ᾽ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷὑστεροῦντι περισσοτέραν δοὺς τιμήν,25ἵνα μὴ ᾖσχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη.26Καὶ εἴτε πάσχει ἓν μέλος,συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεταιἓν μέλος,συγχαίρει πάντα τὰ μέλη.27Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.28Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις,εἶτα χαρίσματα ἰαμάτων,ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.29Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις;30Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι;31Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰκρείττονα. Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.