Πρὸς Κορινθίους Α6

1Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;2Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;3Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά;4Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;5Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ;6Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;7Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;8Ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς!
9Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ˚Θεοῦ Βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται,10οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, Βασιλείαν ˚Θεοῦ κληρονομήσουσιν.11Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἐν τῷ ˚Πνεύματι τοῦ ˚Θεοῦ ἡμῶν.
12Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.13Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ ˚Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ ˚Κυρίῳ, καὶ ὁ ˚Κύριος τῷ σώματι.14Ὁ δὲ ˚Θεὸς καὶ τὸν ˚Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐξεγερεῖ, διὰ τῆς δυνάμεως αὐτοῦ.15Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη ˚Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ ˚Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο!16Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν; “Ἔσονται” γάρ, φησίν, “οἱ δύο εἰς σάρκα μίαν.”17Ὁ δὲ κολλώμενος τῷ ˚Κυρίῳ, ἓν πνεῦμά ἐστιν.18Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.19Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν, ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου ˚Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ ˚Θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν,20ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν ˚Θεὸν ἐν τῷ σώματι ὑμῶν.

Alan Bunning / Center for New Testament Restoration

https://github.com/Center-for-New-Testament-Restoration/SR