ΚΑΤΑ ΜΑΡΚΟΝ4grc_sbl
1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ ⸀συνάγεταιπρὸς αὐτὸν ὄχλος ⸀πλεῖστοςὥστε αὐτὸν ⸂εἰς πλοῖον ἐμβάντακαθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸀ἦσαν2καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·3Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ ⸀σπείρωνσπεῖραι.4καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.5⸂καὶ ἄλλοἔπεσεν ἐπὶ τὸ πετρῶδες ⸀ὅπουοὐκ εἶχεν γῆν πολλήν, καὶ ⸀εὐθὺςἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·6⸂καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος⸀ἐκαυματίσθηκαὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.7καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.8καὶ ⸀ἄλλαἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸀αὐξανόμενακαὶ ἔφερεν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓνἑκατόν.9καὶ ἔλεγεν· ⸂Ὃς ἔχειὦτα ἀκούειν ἀκουέτω.10⸂Καὶ ὅτεἐγένετο κατὰ μόνας, ⸀ἠρώτωναὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα ⸂τὰς παραβολάς.11καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν ⸂τὸ μυστήριον δέδοταιτῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,12ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ ⸀αὐτοῖς13Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;14ὁ σπείρων τὸν λόγον σπείρει.15οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν ⸀εὐθὺςἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ⸂εἰς αὐτούς.16καὶ οὗτοί εἰσιν ⸀ὁμοίωςοἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον ⸀εὐθὺςμετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον ⸀εὐθὺςσκανδαλίζονται.18καὶ ⸀ἄλλοιεἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· ⸂οὗτοί εἰσινοἱ τὸν λόγον ⸀ἀκούσαντες19καὶ αἱ μέριμναι τοῦ ⸀αἰῶνοςκαὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.20καὶ ⸀ἐκεῖνοίεἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓνἑκατόν.21Καὶ ἔλεγεν ⸀αὐτοῖςΜήτι ⸂ἔρχεται ὁ λύχνοςἵνα ὑπὸ τὸν μόδιον τεθῇἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ⸀τεθῇ;22οὐ γάρ ἐστιν ⸀κρυπτὸνἐὰν μὴ ⸀ἵναφανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλʼ ἵνα ⸂ἔλθῃ εἰς φανερόν.23εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.24καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖνκαὶ προστεθήσεται ⸀ὑμῖν.25ὃς γὰρ ⸀ἔχειδοθήσεται αὐτῷ· καὶ ὃοὐκ ἔχει, καὶ ⸀ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.26Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ⸀ὡςἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ⸀βλαστᾷκαὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.28⸀αὐτομάτηἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, ⸂εἶτα στάχυν, εἶτα⸂πλήρης σῖτονἐν τῷ στάχυϊ.29ὅταν δὲ ⸀παραδοῖὁ καρπός, ⸀εὐθὺςἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.30Καὶ ἔλεγεν· ⸀Πῶςὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν ⸀τίνι⸂αὐτὴν παραβολῇ θῶμεν;31ὡς ⸀κόκκῳσινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂μικρότερον ὂνπάντων τῶν ⸀σπερμάτων τῶν ἐπὶ τῆς γῆς—32καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται ⸂μεῖζον πάντων τῶν λαχάνωνκαὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ⸂ἰδίοις μαθηταῖςἐπέλυεν πάντα.35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν.36καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα ⸀πλοῖαἦν μετʼ αὐτοῦ.37καὶ γίνεται λαῖλαψ ⸂μεγάλη ἀνέμου, ⸂καὶ τὰκύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ⸂ἤδη γεμίζεσθαι τὸ πλοῖον.38καὶ ⸂αὐτὸς ἦν⸀ἐντῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸀ἐγείρουσιναὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.40καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; ⸀οὔπωἔχετε πίστιν;41καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸀ὑπακούειαὐτῷ;