ΚΑΤΑ ΛΟΥΚΑΝ24grc_sbl
1τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ⸂ἐπὶ τὸ μνῆμα ἦλθονφέρουσαι ἃ ἡτοίμασαν ⸀ἀρώματα2εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,3⸂εἰσελθοῦσαι δὲοὐχ εὗρον τὸ ⸀σῶμα4καὶ ἐγένετο ἐν τῷ ⸀ἀπορεῖσθαιαὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ⸂ἐσθῆτι ἀστραπτούσῃ.5ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν ⸂τὰ πρόσωπαεἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;6⸂οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⸃ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,7λέγων ⸂τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖπαραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.8καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.10ἦσαν δὲ ἡΜαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ⸀ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ⸀ἔλεγονπρὸς τοὺς ἀποστόλους ταῦτα.11καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ⸀ταῦτακαὶ ἠπίστουν αὐταῖς.12⸂Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ⸀ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς ⸀αὑτὸν θαυμάζων τὸ γεγονός13Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ⸂ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοιεἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς,14καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.15καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ ⸀αὐτὸςἸησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς,16οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.17εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ⸀ἐστάθησανσκυθρωποί.18ἀποκριθεὶς δὲ ⸂εἷς ὀνόματιΚλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;19καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ ⸀Ναζαρηνοῦὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.21ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε ⸀καὶσὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ⸀ἄγειἀφʼ οὗ ταῦτα ἐγένετο.22ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ⸀ὀρθριναὶἐπὶ τὸ μνημεῖον23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.24καὶἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς ⸀καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.25καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;27καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν ⸀διερμήνευσεναὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ⸀ἑαυτοῦ28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς ⸀προσεποιήσατο⸀πορρώτερονπορεύεσθαι.29καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθʼ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ⸀ἤδηἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.30καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς·31αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπʼ αὐτῶν.32καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ⸂ἐν ἡμῖνὡςἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ⸀ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;33καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ⸀ἠθροισμένουςτοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,34λέγοντας ὅτι ⸂ὄντως ἠγέρθη ὁ κύριοςκαὶ ὤφθη Σίμωνι.35καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.36Ταῦτα δὲ αὐτῶν λαλούντων ⸀αὐτὸςἔστη ἐν μέσῳ ⸀αὐτῶν37πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.38καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ⸂τῇ καρδίᾳὑμῶν;39ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ⸂ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.40⸂[καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]⸃41ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε;42οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ ⸀μέρος43καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.44Εἶπεν δὲ ⸂πρὸς αὐτούς· Οὗτοι οἱ λόγοι ⸀μουοὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως ⸀καὶπροφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.45τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς,46καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως ⸀γέγραπταιπαθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,47καὶκηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ⸀καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— ⸀ἀρξάμενοιἀπὸ Ἰερουσαλήμ·48ὑμεῖς ⸀ἐστεμάρτυρες τούτων.49καὶ ἰδοὺ ἐγὼ ⸀ἐξαποστέλλωτὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ ⸀πόλειἕως οὗ ἐνδύσησθε ⸂ἐξ ὕψους δύναμιν.50Ἐξήγαγεν δὲ αὐτοὺς ⸀ἕως⸀πρὸςΒηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.51καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν ⸂[καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν⸃.52καὶ αὐτοὶ ⸂[προσκυνήσαντες αὐτὸν⸃ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ ⸀εὐλογοῦντεςτὸν ⸀θεόν‘p /’ ‘/book’