Romans16grc_f35

Phoebe

1Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσανδιάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,2ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὕτηπροστάτιςπολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ.

Greetings

3ἈσπάσασθεΠρίσκανκαὶ Ἀκύλαν, τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,4οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν· οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν.5Καὶ τὴν κατ᾿ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον, τὸν ἀγαπητόν μου,ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐαςεἰς Χριστόν.6Ἀσπάσασθε Μαριάμ,ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς.7Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν, τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασινἐν Χριστῷ.8Ἀσπάσασθε Ἀμπλίαν,τὸν ἀγαπητόν μου ἐν Κυρίῳ.9Ἀσπάσασθε Οὐρβανόν, τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στάχυν,τὸν ἀγαπητόν μου.10Ἀσπάσασθε Ἀπελλῆν, τὸν δόκιμον ἐν Χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.11Ἀσπάσασθε Ἡρῳδίωνα,τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου, τοὺς ὄντας ἐν Κυρίῳ.12Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν, τὰς κοπιώσας ἐν Κυρίῳ. Ἀσπάσασθε Περσίδα, τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ.13Ἀσπάσασθε Ῥοῦφον, τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.14Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν,καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.15Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέακαὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.16Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαιτοῦ Χριστοῦ.

Warning

17Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνατεἀπ᾿ αὐτῶν.18Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν ἸησοῦΧριστῷ οὐ δουλεύουσιν,ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων.19Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· χαίρω οὖν τὸ ἐφ᾿ ὑμῖν,θέλω δὲ ὑμᾶς σοφοὺς μὲνεἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.20Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Sign-off Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦμεθ᾿ ὑμῶν.21Ἀσπάζονταιὑμᾶς Τιμόθεος, ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος, οἱ συγγενεῖς μου.22Ἀσπάζομαι ὑμᾶς ἐγώ, Τέρτιος, ὁ γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ.23Ἀσπάζεται ὑμᾶς Γάϊος, ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης.Ἀσπάζεται ὑμᾶς Ἔραστος, ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος, ὁ ἀδελφός.24Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ἡμῶν.Ἀμήν.,,