The Millennium
Satan bound
1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖντῆς Ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.2Καὶ ἐκράτησεν τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον,ὅς ἐστινδιάβολος καὶ ὁΣατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην,καὶ ἔδησεν αὐτὸν χίλια ἔτη·3καὶ ἔβαλεν αὐτὸν εἰς τὴν Ἄβυσσον καὶ ἔκλεισενκαὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ ἵνα μὴ πλανᾷἔτι τὰ ἔθνηἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Καὶμετὰ ταῦτα δεῖ αὐτὸν λυθῆναιμικρὸν χρόνον.Saints reign
4Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ᾿ αὐτούς, καὶ κρῖμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τῷ Θηρίῳοὔτετῇ εἰκόνιαὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον αὐτῶνκαὶ ἐπὶ τὴν χεῖρα αὐτῶν. Καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦΧριστοῦ χίλιαἔτη.5(Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη.)Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.6Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατοςοὐκ ἔχει ἐξουσίαν, ἀλλ᾿ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσιν μετ᾿ αὐτοῦχίλιαἔτη.The final rebellion
7Καὶ ὅταν τελεσθῇτὰ χίλια ἔτη λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸνΜαγώγ, συναγαγεῖναὐτοὺς εἰς τὸνπόλεμον, ὧν ὁ ἀριθμὸςὡς ἡἄμμος τῆς θαλάσσης.9Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαντὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. Καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦκαὶ κατέφαγεν αὐτούς.10Καὶ ὁ Διάβολος, ὁ πλανῶν αὐτούς, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶθείου, ὅπου καὶτὸ Θηρίον καὶ ὁ Ψευδοπροφήτης. Καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.The Great White Throne
11Καὶ εἶδον θρόνον μέγαν λευκὸνκαὶ τὸν καθήμενον ἐπ᾿ αὐτόν,οὗ ἀπὸπροσώπου ἔφυγεν ὁ οὐρανὸς καὶ ἡ γῆ.Καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.12Καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶταςἐνώπιον τοῦ θρόνου,καὶ βιβλία ἀνεῴχθησαν.Καὶ ἄλλο Βιβλίον ἀνεῴχθη,ὅ ἐστιν τῆς Ζωῆς. Καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις, κατὰ τὰ ἔργα αὐτῶν.13Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς ἐν αὐτῇ νεκρούς,καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς ἐν αὐτοῖς νεκρούς.Καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.14Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. Οὗτός ἐστιν ὁ θάνατος ὁ δεύτερος,ἡ λίμνη τοῦ πυρός.15Καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ Βίβλῳτῆς Ζωῆς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.