Revelation14grc_f35

The Lamb and the 144,000

1Καὶ εἶδον καὶ ἰδού,Ἀρνίον ἑστηκὸςἐπὶ τὸ Ὄρος Σιών, καὶ μετ᾿ αὐτοῦἑκατὸν τεσσαράκοντα τέσσαρεςχιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ, καὶτὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ, γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.2Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡςκιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.3Καὶ ᾄδουσινᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶςἐδύνατομαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.4Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν. Οὗτοί εἰσινοἱ ἀκολουθοῦντες τῷ Ἀρνίῳ ὅπου ἂνὑπάγῃ. Οὗτοι ὑπὸ Ἰησοῦἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ Ἀρνίῳ.5Καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος,,ἄμωμοι γάρεἰσιν.

Three angels

6Καὶ εἶδον ἄλλον ἄγγελονπετόμενονἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσασθαιτοὺς καθημένουςἐπὶ τῆς γῆς—καὶ ἐπὶπᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν—7λέγωνἐν φωνῇ μεγάλῃ, «Φοβήθητε τὸν Θεὸνκαὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντιτὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴνθάλασσαν καὶ πηγὰς ὑδάτων.»8Καὶ ἄλλος ἄγγελος, δεύτερος,ἠκολούθησεν λέγων· «Ἔπεσεν, ἔπεσεν,Βαβυλὼν ἡ μεγάλη,ἐκτοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆςπεπότικεν πάντα τὰ ἔθνη.»9Καὶ ἄλλος ἄγγελος, τρίτος,ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ· «Εἴ τις προσκυνεῖ τὸ Θηρίονκαὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνειχάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,10καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ. Καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλωνκαὶ ἐνώπιον τοῦ Ἀρνίου.»11Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει·καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ Θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.12Ὧδε ἡὑπομονὴ τῶν ἁγίων ἐστίν, ὧδεοἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν τοῦ Ἰησοῦ.13Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης μοι,«Γράψον· ‹Μακάριοι οἱ νεκροί, οἱ ἐν Κυρίῳ ἀποθνήσκοντες ἀπ᾿ ἄρτι› (λέγει «Ναὶ»τὸ Πνεῦμα), ‹ἵνα ἀναπαύσωνταιἐκ τῶν κόπων αὐτῶν, τὰ δὲἔργα αὐτῶν ἀκολουθεῖ μετ᾿ αὐτῶν.› »

The earth is harvested

14Καὶ εἶδον καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενος ὅμοιοςυἱῷἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.15Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦκράζων ἐν φωνῇ μεγάλῃτῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, «Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθενἡ ὥρα τοῦθερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.»16Καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέληντὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.17Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ (τοῦ ἐν τῷ οὐρανῷ), ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.18Καὶ ἄλλος ἄγγελος ἐξῆλθενἐκ τοῦ θυσιαστηρίου (ἔχωνἐξουσίαν ἐπὶ τοῦ πυρός), καὶ ἐφώνησεν κραυγῇμεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων, «Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.»19Καὶ ἔβαλενὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ, τὸν μέγαν.20Καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεντῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων, ἀπὸ σταδίων χιλίων ἑξακοσίων.