About having the mind of Christ
1Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τισπλάγχνα καὶ οἰκτιρμοί,2πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε,τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες.3Μηδὲν κατὰἐριθείαν ἢκενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.4Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε,ἀλλὰ καὶτὸἑτέρων ἕκαστος.5Τοῦτο γὰρφρονείσθωἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,6ὅς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,7ἀλλ᾿ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος.8Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου—θανάτου δὲ σταυροῦ.9Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ—ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων—11καὶ πᾶσα γλῶσσα ἐξομολογήσηταιὅτι Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.Act like children of God
12Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε(μὴ ὡςἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰνῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου), μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε,13ὁΘεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν, καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν, ὑπὲρ τῆς εὐδοκίας.14Πάντα ποιεῖτε χωρὶς γογγυσμῶνκαὶ διαλογισμῶν,15ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμηταἐν μέσῳγενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,16λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.17Ἀλλ᾿εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν.18Τὸ δ᾿αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.About Timothy
19Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν.20Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει21(οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰΧριστοῦ Ἰησοῦ).22Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.23Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδωτὰ περὶ ἐμὲ ἐξαυτῆς.24Πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.About Epaphroditus
25Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον, τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς·26ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς,καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.27Καὶ γὰρ ἠσθένησεν, παραπλήσιον θανάτῳ,ἀλλ᾿ὁ Θεὸς αὐτὸν ἠλέησεν,οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπηνσχῶ.28Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότεροςὦ.29Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,30ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦμέχρι θανάτου ἤγγισεν, παραβουλευσάμενοςτῇ ψυχῇ, ἵνα πληρώσῃτὸ ὑμῶν ὑστέρημα τῆς πρός μελειτουργίας.