Matthew24grc_f35

1Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ,καὶ προσῆλθον αὐτῷοἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.2Ὁ δὲ Ἰησοῦςεἶπεν αὐτοῖς· «Οὐ βλέπετε πάντα ταῦτα;Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐκαταλυθήσεται.»

“A beginning of birth pains”

3Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν, λέγοντες, «Εἰπὲ ἡμῖν,πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆςσυντελείας τοῦ αἰῶνος.»4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Βλέπετε μή τις ὑμᾶς πλανήσῃ.5Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ‹Ἐγώ εἰμι ὁ Χριστός,› καὶ πολλοὺς πλανήσουσιν.6Μελήσετεδὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάνταγενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶν τὸ τέλος.7Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶκαὶ σεισμοὶ κατὰ τόπους·8πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.

The increase of lawlessness

9»Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.10Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους.11Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς.12Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.13Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.14Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.

The Great Tribulation

15»Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼςἐν τόπῳ ἁγίῳ» (ὁ ἀναγινώσκων νοείτω),16«τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶτὰ ὄρη·17ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτωἆραι τὰἐκ τῆς οἰκίας αὐτοῦ,18καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιοναὐτοῦ.19Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.20Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲσαββάτῳ.21Ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾿ οὐ μὴ γένηται.22Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.23Τότε ἐάν τις ὑμῖν εἴπῃ, ‹Ἰδού, ὧδε ὁ Χριστός,› ἢ ‹Ὧδε,› μὴ πιστεύσητε.24Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.25Ἰδού, προείρηκα ὑμῖν.26Ἐὰν οὖν εἴπωσιν ὑμῖν, ‹Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστίν,› μὴ ἐξέλθητε· ‹Ἰδού, ἐν τοῖς ταμείοις,› μὴ πιστεύσητε.27Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου·28ὅπου γὰρἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

The King’s return to earth

29»Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.30Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἐν τῷοὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.31Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγοςφωνῆςμεγάλης καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρων οὐρανῶν ἕωςἄκρων αὐτῶν.

Learn from the fig tree

32»Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκεταιὅτι ἐγγὺς τὸ θέρος.33Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα,γινώσκετε ὅτι ἐγγύς ἐστιν, ἐπὶ θύραις.34Ἀμὴν λέγω ὑμῖν,οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.35Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται,οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.

The Rapture

36»Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν,εἰ μὴ ὁ Πατήρ μουμόνος.37Ὥσπερ δὲαἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.38Ὥσπεργὰρ ἦσαν ἐν ταῖς ἡμέραιςταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες,ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,39καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.40Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· ὁεἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται.41Δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι·μία παραλαμβάνεται καὶ μία ἀφίεται.42Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳὁ Κύριος ὑμῶν ἔρχεται.43Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυγῆναιτὴν οἰκίαν αὐτοῦ.44Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτεὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.45»Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος αὐτοῦἐπὶ τῆς θεραπείαςαὐτοῦ τοῦ διδόναιαὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;46Μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.47Ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.48Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‹Χρονίζει ὁ κύριός μουἐλθεῖν,›49καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους,ἐσθίειντεκαὶ πίνεινμετὰ τῶν μεθυόντων,50ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,51καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.