Matthew17grc_f35

Jesus meets with Moses and Elijah

1Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν.2Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετολευκὰ ὡς τὸ φῶς.3Καὶ ἰδού, ὤφθησαναὐτοῖς Μωσῆςκαὶ Ἠλίαςμετ᾿ αὐτοῦ συλλαλοῦντες.4Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, «Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμενὧδε τρεῖς σκηνάς· σοὶ μίαν καὶ Μωσεῖμίαν καὶ μίαν Ἠλίᾳ.»5Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. Αὐτοῦ ἀκούετε.»6Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσονἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.7Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶεἶπεν, «Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.»8Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦνμόνον.

Elijah and ‘Elijah’

9Καὶ καταβαινόντων αὐτῶν ἐκτοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, «Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.»10Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ,λέγοντες, «Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;»11Ὁ δὲ Ἰησοῦςἀποκριθεὶς εἶπεν αὐτοῖς·«Ἠλίας μὲν ἔρχεται πρῶτον,καὶ ἀποκαταστήσει πάντα.12Λέγω δὲ ὑμῖν ὅτι ‹Ἠλίας› ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτως καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν.»13Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ εἶπεν αὐτοῖς.

A tough kind of demon

14Καὶ ἐλθόντων αὐτῶνπρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτόν,καὶ λέγων·15«Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.16Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.»17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν;Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.»18Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἰάθηὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον, «Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;»20Ὁ δὲ Ἰησοῦς εἶπεναὐτοῖς· «Διὰ τὴν ἀπιστίανὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ‹Μετάβηθιἐντεῦθενἐκεῖ,› καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.21Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.»22Ἀναστρεφομένωνδὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ,εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, «Μέλλει ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.» Καὶ ἐλυπήθησαν σφόδρα.

Money from a fish

24Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ,προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον,«Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰδίδραχμα;»25Λέγει, «Ναί.» Καὶ ὅτε εἰσῆλθονεἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων· «Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον, ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;»26Λέγει αὐτῷ ὁ Πέτρος,«Ἀπὸ τῶν ἀλλοτρίων.» Ἔφη αὐτῷ ὁ Ἰησοῦς· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.27Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴνθάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάνταπρῶτον ἰχθὺν ἆρον. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.»