MRK8grc_f35

Food for 4,000 men

1Ἐν ἐκείναις ταῖς ἡμέραις, παμπόλλουὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος ὁ Ἰησοῦςτοὺς μαθητὰς αὐτοῦλέγει αὐτοῖς·2«Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖςπροσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν.3Καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστιςεἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ, τινὲς γὰραὐτῶνμακρόθεν ἥκουσιν.»4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,«Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας;»5Καὶ ἐπηρώτααὐτούς, «Πόσους ἔχετε ἄρτους;» Οἱ δὲ εἶπον,«Ἑπτά.»6Καὶ παρήγγειλεντῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶεὐχαριστήσας, ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν,καὶ παρέθηκαν τῷ ὄχλῳ.7Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσαςεἶπεν παραθεῖναι καὶ αὐτά.8Ἔφαγον δὲκαὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.9Ἦσαν δὲ οἱ φαγόντεςὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.10Καὶ εὐθέως ἐμβὰςεἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

Bad leaven

11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· «Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ;Ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.»13Καὶ ἀφεὶς αὐτούς, ἐμβὰς πάλινεἰς πλοῖονἀπῆλθεν εἰς τὸ πέραν.14(Καὶ ἐπελάθοντο οἱ μαθηταὶ αὐτοῦλαβεῖν ἄρτους· καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ.)15Καὶ διεστέλλετο αὐτοῖς, λέγων, «Ὁρᾶτε· βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.»16Καὶ διελογίζοντο πρὸς ἀλλήλους, λέγοντεςὅτι «Ἄρτους οὐκ ἔχομεν.»17Καὶ γνοὺς ὁ Ἰησοῦςλέγει αὐτοῖς· «Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε οὐδὲ συνίετε; Ἔτιπεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;18Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε, καὶ οὐ μνημονεύετε;19Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους,πόσους κοφίνους πλήρεις κλασμάτωνἤρατε;» Λέγουσιν αὐτῷ, «Δώδεκα.»20«Ὅτε δὲτοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;» Οἱ δὲ εἶπον,«Ἑπτά.»21Καὶ λέγειαὐτοῖς, «Πῶς οὔπωσυνίετε;»

A blind man

22Καὶ ἔρχεταιεἰς Βηθσαϊδάν·καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.23Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεναὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει.24Καὶ ἀναβλέψας ἔλεγεν, «Βλέπω τοὺς ἀνθρώπους ὅτιὡς δένδρα ὁρῶ,περιπατοῦντας.»25Εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι·καὶ ἀποκατεστάθηκαὶ ἐνέβλεψεντηλαυγῶς ἅπαντας.26Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸνοἶκον αὐτοῦ, λέγων, «Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.»

Peter is inspired

27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;»28Οἱ δὲ ἀπεκρίθησαν,«Ἰωάννην τὸν Βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνατῶν προφητῶν.»29Καὶ αὐτὸς λέγει αὐτοῖς,«Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;» Ἀποκριθεὶς δὲὁ Πέτρος λέγει αὐτῷ, «Σὺ εἶ ὁ Χριστός.»30Καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.31Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸτῶν πρεσβυτέρων καὶ τῶνἀρχιερέων καὶ τῶνγραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι.32Καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτροςἤρξατο ἐπιτιμᾶν αὐτῷ.33Ὁ δέ, ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν τῷΠέτρῳ, λέγων·«Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.»

The cost of discipleship

34Καὶ προσκαλεσάμενος τὸν ὄχλον, σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς· «Ὅστιςθέλει ὀπίσω μου ἀκολουθεῖν,ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.35Ὃς γὰρ ἂνθέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃτὴν ψυχὴν αὐτοῦἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτοςσώσει αὐτήν.36Τί γὰρ ὠφελήσειἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον,καὶ ζημιωθῇτὴν ψυχὴν αὐτοῦ;37Ἢ τί δώσειἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;38Ὃς γὰρ ἐὰνἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.»