The ‘legion’
1Καὶ ἦλθονεἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν.2Καὶ ἐξελθόντι αὐτῷἐκ τοῦ πλοίου, εὐθέωςἀπήντησεναὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ3—ὃς τὴν οἴκησινεἶχεν ἐν τοῖς μνήμασιν.Καὶ οὔτεἁλύσεσινοὐδεὶς ἠδύνατοαὐτὸν δῆσαι,4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπάσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς αὐτὸν ἴσχυσενδαμάσαι.5Καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν,ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.6Ἰδὼν δὲτὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ,7καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν·«Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.»8Ἔλεγεν γὰρ αὐτῷ, «Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.»9Καὶ ἐπηρώτα αὐτόν, «Τί σοι ὄνομά;»Καὶ ἀπεκρίθη, λέγων,«Λεγεὼνὄνομά μοι, ὅτι πολλοί ἐσμεν.»10Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃἔξω τῆς χώρας.11Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη.12Καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες,λέγοντες, «Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.»13Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς·καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν (ἦσαν δὲὡς δισχίλιοι), καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.14Οἱ δὲβόσκοντες τοὺς χοίρουςἔφυγον, καὶ ἀνήγγειλανεἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθονἰδεῖν τί ἐστιν τὸ γεγονός.15Καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα·καὶ ἐφοβήθησαν.16Διηγήσαντο δὲαὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.18Καὶ ἐμβάντοςαὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ᾖ μετ᾿ αὐτοῦ.19Ὁ δὲ Ἰησοῦςοὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, «Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλοναὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκεν·καὶ ἠλέησέν σε.»20Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳπάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾿ αὐτόν· καὶ ἦν παρὰ τὴν θάλασσαν.A hemorrhage and a dead girl
22Καὶ ἰδού,ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ23καὶ παρεκάλειαὐτὸν πολλά, λέγων ὅτι «Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖραςὅπωςσωθῇ, καὶ ζήσεται.»24Καὶ ἀπῆλθεν μετ᾿ αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.The hemorrhage
25Καὶ γυνή τιςοὖσα—ἐν ῥύσει αἵματος ἔτη δώδεκα,26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ αὐτῆςπάντα, καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα—27ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ.28(Ἔλεγεν γὰρὅτι «Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι,σωθήσομαι.»)29Καὶ εὐθέωςἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.30Καὶ εὐθέωςὁ Ἰησοῦς, ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν, «Τίς μου ἥψατο τῶν ἱματίων;»31Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, ‹Τίς μου ἥψατο;› »32Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.33Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.34Ὁ δὲ εἶπεν αὐτῇ· «Θύγατερ,ἡ πίστις σου σέσωκέν σε. Ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.»The dead girl
35Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι «Ἡ θυγάτηρ σου ἀπέθανεν. Τί ἔτι σκύλλεις τὸν διδάσκαλον;»36Ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσαςτὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, «Μὴ φοβοῦ· μόνον πίστευε.»37Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷσυνακολουθῆσαι, εἰ μὴΠέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, τὸν ἀδελφὸν Ἰακώβου.38Καὶ ἔρχεταιεἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου καὶ θεωρεῖ θόρυβον—κλαίοντας καὶ ἀλαλάζοντας πολλά.39Καὶ εἰσελθὼν λέγει αὐτοῖς· «Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.»40Καὶ κατεγέλων αὐτοῦ. Ὁδὲ ἐκβαλὼν πάντας,παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα, καὶ τοὺς μετ᾿ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον.41Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, «Ταλιθά, κοῦμι,»ὅ ἐστιν μεθερμηνευόμενον, «Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι.»42Καὶ εὐθέωςἀνέστη τὸ κοράσιον καὶ περιεπάτει (ἦν γὰρ ἐτῶν δώδεκα). Καὶ ἐξέστησανἐκστάσει μεγάλῃ.43Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷτοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.