Mark3grc_f35

A Sabbath healing—the rejection

1Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.2Καὶ παρετήρουν αὐτόν, εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.3Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα,«Ἔγειραιεἰς τὸ μέσον.»4Καὶ λέγει αὐτοῖς· «Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαιἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;»Οἱ δὲ ἐσιώπων.5Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, «Ἔκτεινον τὴν χεῖρά σου.»Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθηἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.6Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέωςμετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουνκατ᾿ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.

Healings by the Sea

7Καὶ ὁ Ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦπρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεναὐτῷ—καὶ ἀπὸ τῆς Ἰουδαίας8καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱπερὶ Τύρον καὶ Σιδῶνα. Πλῆθος πολύ, ἀκούσαντεςὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.9Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ, διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.10Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας.11Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα—ὅταν αὐτὸν ἐθεώρει,προσέπιπτεναὐτῷ καὶ ἔκραζεν,λέγονταὅτι «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ.»12Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸνποιήσωσιν.

The Twelve Chosen

13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.14Καὶ ἐποίησεν δώδεκα,ἵνα ὦσιν μετ᾿ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν15—καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶἐκβάλλειν τὰ δαιμόνια.16Καὶἐπέθηκεν τῷ Σίμωνι ὄνομαΠέτρον,17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα‹Βοανεργές,›ὅ ἐστιν ‹Υἱοὶ βροντῆς›)·18καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖονκαὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην·19καὶ Ἰούδαν Ἰσκαριώτην,ὃς καὶ παρέδωκεν αὐτόν.20Καὶ ἔρχονταιεἰς οἶκον· καὶ συνέρχεται πάλινὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲἄρτον φαγεῖν.21Καὶ ἀκούσαντες οἱ παρ᾿ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι «Ἐξέστη.»

Scribes blaspheme the Holy Spirit

22Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι «Βεελζεβοὺλ ἔχει,» καὶ ὅτι «Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.»23Καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· «Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;24Καὶ ἐὰν βασιλεία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.25Καὶ ἐὰν οἰκία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ δύναταισταθῆναι ἡ οἰκία ἐκείνη.26Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾿ ἑαυτὸν καὶ μεμέρισται,οὐ δύναται σταθῆναι,ἀλλὰ τέλος ἔχει.27Οὐδεὶς δύναταιτὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαναὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ—καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ.28»Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων,καὶβλασφημίαι ὅσαςἂνβλασφημήσωσιν·29ὃς δ᾿ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾿ἔνοχός ἐστιν αἰωνίου κρίσεως»30—ὅτι ἔλεγον, «Πνεῦμα ἀκάθαρτον ἔχει.»

New relationships

31Ἔρχονται οὖνοἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ,καὶ ἔξω ἑστῶτεςἀπέστειλαν πρὸς αὐτόν, φωνοῦντεςαὐτόν.32Καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν·εἶπον δὲαὐτῷ, «Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σουἔξω ζητοῦσίν σε.»33Καὶ ἀπεκρίθη αὐτοῖς λέγων,«Τίς ἐστιν ἡ μήτηρ μου ἢοἱ ἀδελφοί μου;»34Καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸνκαθημένους λέγει· «Ἰδοὺἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.35Ὃς γὰρἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μουκαὶ μήτηρ μούἐστιν.»