Mark14grc_f35

The Sanhedrin make plans

1Ἦν δὲ τὸ Πάσχα καὶ τὰ Ἄζυμα μετὰ δύο ἡμέρας. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.2Ἔλεγον δέ,«Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσταιτοῦ λαοῦ.»

An anointing in Simon’s house

3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς. Καὶσυντρίψασα τὸἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰτῆς κεφαλῆς.4Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς καὶ λέγοντες·«Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;5Ἠδύνατο γὰρ τοῦτοπραθῆναι ἐπάνω τριακοσίων δηναρίωνκαὶ δοθῆναι τοῖς πτωχοῖς.» Καὶ ἐνεβριμῶντο αὐτῇ.6Ὁ δὲ Ἰησοῦς εἶπεν· «Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατοἐν ἐμοί.7Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺςεὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.8Ὃ ἔσχεναὕτηἐποίησεν. Προέλαβεν μυρίσαι μου τὸ σῶμαεἰς τὸν ἐνταφιασμόν.9Ἀμὴνλέγω ὑμῖν, ὅπου ἐὰνκηρυχθῇ τὸ εὐαγγέλιον τοῦτοεἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.»

Judas is hired

10ΚαὶἸούδας ὁ Ἰσκαριώτης,εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸναὐτοῖς.11Οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριαδοῦναι. Καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸνπαραδῷ.

The upper room is made ready

12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσομεν,ἵνα φάγῃς τὸ Πάσχα;»13Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· «Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ.14Καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ‹Ὁ διδάσκαλος λέγει, «Ποῦ ἐστιν τὸ κατάλυμαὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;» ›15Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεωνμέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖἑτοιμάσατε ἡμῖν.»16Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦκαὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς· καὶ ἡτοίμασαν τὸ Πάσχα.17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.

The traitor identified

18Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν ὁ Ἰησοῦς,«Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ.»19Οἱ δὲἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς,«Μήτι ἐγώ;» Καὶ ἄλλος, «Μήτι ἐγώ;»20Ὁ δὲ ἀποκριθεὶςεἶπεν αὐτοῖς· «Εἷς ἐκτῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον.21Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦναὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.»

Jesus institutes the Lord’s Supper

22Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦςἄρτον καὶεὐλογήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν, «Λάβετε, φάγετε·τοῦτό ἐστιν τὸ σῶμά μου.»23Καὶ λαβὼν τὸποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.24Καὶ εἶπεν αὐτοῖς· «Τοῦτό ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆςδιαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον.25Ἀμὴνλέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματοςτῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.»26Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

Peter will deny Him

27Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι «Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ,ὅτι γέγραπται· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα.›28Μετὰ δὲτὸ ἐγερθῆναί με, προάξω ὑμᾶςεἰς τὴν Γαλιλαίαν.»29Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, «Καὶ εἰπάντες σκανδαλισθήσονται, ἀλλ᾿οὐκ ἐγώ.»30Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι, ὅτι σύ,σήμερον, ἐν τῇ νυκτὶ ταύτῃ,πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.»31Ὁ δὲἐκ περισσοῦἔλεγενμᾶλλον,«Ἐάν με δέῃσυναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι.»Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

The agony in Gethsemane

32Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ·καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Καθίσατε ὧδε ἕως προσεύξομαι.»33Καὶ παραλαμβάνει τὸν Πέτρον καὶἸάκωβον καὶἸωάννην μεθ᾿ ἑαυτοῦ,καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.34Καὶ λέγειαὐτοῖς· «Περίλυπός ἐστιν ἡ ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε.»35Καὶ προελθὼνμικρόν, ἔπεσενἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα.36Καὶ ἔλεγεν· «Ἀββᾶ, ὁ Πατήρ, πάντα δυνατά σοι. Παρένεγκαιτὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο·ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλὰτί σύ.»37Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Σίμων, καθεύδεις; Οὐκ ἴσχυσαςμίαν ὥραν γρηγορῆσαι;38Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητεεἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.»39Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών.40Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλινκαθεύδοντας, ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶνκαταβαρυνόμενοι·καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσιν.41Καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· «Καθεύδετελοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδού, παραδίδοται ὁ Υἱὸς τοῦ Ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.42Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ὁ παραδιδούς με ἤγγικεν.»

The betrayal and arrest

43Καὶ εὐθέως,ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας,εἷς ὢντῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺςμετὰ μαχαιρῶν καὶ ξύλων,παρὰ τῶν ἀρχιερέων καὶ τῶνγραμματέων καὶ τῶν πρεσβυτέρων.44Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετεἀσφαλῶς.»45Καὶ ἐλθών, εὐθέωςπροσελθὼν αὐτῷ λέγει αὐτῷ, «Ῥαββί, ῥαββί»·καὶ κατεφίλησεν αὐτόν.46Οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶνκαὶ ἐκράτησαν αὐτόν.47Εἷς δέ τιςτῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.48Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με.49Καθ᾿ ἡμέραν ἤμην πρὸς ὑμᾶςἐν τῷ ἱερῷ, διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ Γραφαί.»50Καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον.

A curious case

51Καὶ εἷς τις νεανίσκοςἠκολούθησεναὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι,52ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν.

At Caiaphas’ house

53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷπάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.54Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ, ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.

A farcical trial

55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον.56Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.57Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, λέγοντες58ὅτι «Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ‹Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.› »59Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.60Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰςμέσον ἐπηρώτησεντὸν Ἰησοῦν, λέγων· «Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;»61Ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο.Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Εὐλογητοῦ;»62Ὁ δὲ Ἰησοῦς εἶπεν· «Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν καθήμενοντῆς Δυνάμεως, καὶ ἐρχόμενον μετὰτῶν νεφελῶν τοῦ οὐρανοῦ.»63Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· «Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;64Ἠκούσατετῆς βλασφημίας. Τί ὑμῖν φαίνεται;» Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχονθανάτου.65Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦκαὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, «Προφήτευσον.»Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.

Peter’s denials

66Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω,ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως.67Καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, «Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα.»68Ὁ δὲ ἠρνήσατο, λέγων, «Οὐκοἶδα οὔτεἐπίσταμαι τί σὺλέγεις.» Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησεν.69Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειντοῖς παρεστηκόσινὅτι «Οὗτος ἐξ αὐτῶν ἐστιν.»70Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρόν, πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, «Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ ἡ λαλιά σου ὁμοιάζει.»71Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναιὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.»72Καὶἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμαεἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι «Πρὶν ἀλέκτοραφωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς.»Καὶ ἐπιβαλὼν ἔκλαιεν.