Mark13grc_f35

The temple will be destroyed

1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷςτῶν μαθητῶν αὐτοῦ· «Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.»2Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦςεἶπεν αὐτῷ· «Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ ὧδελίθος ἐπὶ λίθῳ,ὃς οὐ μὴ καταλυθῇ.»

The Olivet Discourse

The end of the age

3Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτωναὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·4«Εἰπὲἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;»5Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶςαὐτοῖς ἤρξατο λέγειν·«Βλέπετε μή τις ὑμᾶς πλανήσῃ.6Πολλοὶ γὰρἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι ‹Ἐγώ εἰμι,› καὶ πολλοὺς πλανήσουσιν.7Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰργενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος.8Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶἔσονται σεισμοὶ κατὰ τόπους, καὶἔσονται λιμοὶ καὶ ταραχαί.Ἀρχαὶὠδίνων ταῦτα.9»Βλέπετε δὲ ὑμεῖς ἑαυτούς, παραδώσουσιν γὰρὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰςδαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων ἀχθήσεσθεἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.10Καί, εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτονκηρυχθῆναι τὸ εὐαγγέλιον.11Ὅταν δὲἄγωσινὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτετί λαλήσετεμηδὲ μελετᾶτε.Ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖςοἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.12»Παραδώσει δὲἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.13Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

The Great Tribulation

14»Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου,ἑστὼςὅπου οὐ δεῖ»—ὁ ἀναγινώσκων νοείτω—«τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη.15Ὁ δὲἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν,μηδὲ εἰσελθέτωἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ.16Καὶ ὁ εἰς τὸν ἀγρὸν ὢνμὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.17Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.18Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶνχειμῶνος·19ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧςἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται.20Καὶ εἰ μὴ Κύριος ἐκολόβωσεντὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας.21»Τότεἐάν τις ὑμῖν εἴπῃ, ‹Ἰδού,ὧδε ὁ Χριστός,›‹Ἰδού,ἐκεῖ,› μὴ πιστεύσητε.22Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶτοὺς ἐκλεκτούς.23Ὑμεῖς δὲ βλέπετε· ἰδού,προείρηκα ὑμῖν πάντα.

The return of Christ

24»Ἀλλ᾿ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ‹ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς·25καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες,καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.›26Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.27Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦκαὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρουγῆς ἕως ἄκρουοὐρανοῦ.

Parable of the fig tree

28»Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆςἁπαλὸς γένηταικαὶ ἐκφύῃ τὰ φύλλα, γινώσκεταιὅτι ἐγγὺς τὸ θέρος ἐστίν.29Οὕτως καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητεγινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν—ἐπὶ θύραις.30Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦταγένηται.31Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται,οἱ δὲ λόγοι μουοὐ μὴ παρέλθωσιν.

Watch!

32»Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱἐν τῷοὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ.33Βλέπετε, ἀγρυπνεῖτε, προσεύχεσθε.Οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.34Ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶἑκάστῳ τὸ ἔργον αὐτοῦ· καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.35Γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται—ὀψὲ ἢ μεσονυκτίουἢ ἀλεκτοροφωνίας ἢ πρωΐ—36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.37δὲ ὑμῖν λέγω, πᾶσιν λέγω· Γρηγορεῖτε.»