Parable of wicked tenants
1Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν·«Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος—καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον—καὶ ἐξέδοτοαὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.2Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦτοῦ ἀμπελῶνος.3Οἱ δὲλαβόντες αὐτόν, ἔδηρανκαὶ ἀπέστειλαν κενόν.4Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον λιθοβολήσαντεςἐκεφαλαίωσαν,καὶ ἀπέστειλαν ἠτιμωμένον.5Καὶ πάλινἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺςμὲν δαίροντες,τοὺςδὲ ἀποκτένοντες.6Ἔτι οὖνἕνα υἱὸν ἔχων,ἀγαπητὸν αὐτοῦ,ἀπέστειλεν καὶαὐτὸν πρὸς αὐτοὺς ἔσχατον,λέγων ὅτι ‹Ἐντραπήσονται τὸν υἱόν μου.›7Ἐκεῖνοι δὲ οἱ γεωργοὶεἶπον πρὸς ἑαυτοὺςὅτι ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.›8Καὶ λαβόντες αὐτὸν ἀπέκτειναν,καὶ ἐξέβαλονἔξω τοῦ ἀμπελῶνος.9»Τί οὖνποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς,καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.10Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·11παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν›;»12Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. Καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.Render to Caesar
13Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶνἩρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.14Οἱ δὲἐλθόντες λέγουσιν αὐτῷ· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ—καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις—ἔξεστιν κῆνσον Καίσαρι δοῦναι,ἢ οὔ;15Δῶμεν, ἢ μὴ δῶμεν;» Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς· «Τί με πειράζετε; Φέρετέ μοι δηνάριον ἵνα ἴδω.»16Οἱ δὲ ἤνεγκαν, καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;» Οἱ δὲ εἶποναὐτῷ,«Καίσαρος.»17Καὶ ἀποκριθεὶς ὁἸησοῦς εἶπεν αὐτοῖς, «Ἀπόδοτε τὰ ΚαίσαροςΚαίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Καὶ ἐθαύμασανἐπ᾿ αὐτῷ.A hypothetical situation
18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν—οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι—καὶ ἐπηρώτησαναὐτόν, λέγοντες·19«Διδάσκαλε, Μωσῆςἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ τέκνα μὴ ἀφῇ,ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦκαὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.20Ἑπτὰἀδελφοὶ ἦσαν. Καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα.21Καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν· καὶ οὐδὲ αὐτὸς ἀφῆκενσπέρμα. Καὶ ὁ τρίτος ὡσαύτως.22Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶοὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτηπάντων ἀπέθανεν καὶ ἡ γυνή.23Ἐν τῇἀναστάσει, ὅταν ἀναστῶσιν,τίνος αὐτῶν ἔσται γυνή;—οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.»24Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς·«Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;25Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίσκονται,ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοιἐν τοῖς οὐρανοῖς.26Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέος,ἐπὶ τοῦβάτου, ὡςεἶπεν αὐτῷ ὁ Θεός, λέγων, ‹Ἐγὼ ὁ Θεὸς Ἁβραάμ, καὶ ὁΘεὸς Ἰσαάκ, καὶ ὁΘεὸς Ἰακώβ›;27Οὐκ ἔστιν ὁΘεὸς νεκρῶν, ἀλλὰ Θεὸςζώντων. Ὑμεῖς οὖνπολὺπλανᾶσθε.»The greatest commandment
28Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼςὅτι καλῶς αὐτοῖς ἀπεκρίθη,ἐπηρώτησεν αὐτόν, «Ποία ἐστὶν πρώτη πασῶν ἐντολή;»29Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷὅτι «Πρώτη πασῶν τῶν ἐντολῶν·‹Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ὑμῶν,Κύριος εἷς ἐστιν·30καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.› Αὕτη πρώτη ἐντολή.31Καὶδευτέρα ὁμοίααὕτη·‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.›Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.»32Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· «Καλῶς, διδάσκαλε· ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν,καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ.33Καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆςκαὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόνἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶθυσιῶν.»34Καὶ ὁ Ἰησοῦς, ἰδὼν αὐτὸνὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, «Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ.» Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.Is the Christ David’s son?
35Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ· «Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός ἐστιν Δαυίδ;36Αὐτὸς γὰρΔαυὶδ εἶπεν ἐνΠνεύματιἉγίῳ· ‹ΛέγειὁΚύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιοντῶν ποδῶν σου.» ›37Αὐτὸς οὖνΔαυὶδ λέγει αὐτὸν ‹Κύριον›· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστιν;»Καὶ ὁπολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.Down with hypocrisy!
38Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·«Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,39καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίαςἐν τοῖς δείπνοις·40οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Οὗτοι λήψονταιπερισσότερον κρῖμα.»A widow’s offering
41Καὶ καθίσας ὁ Ἰησοῦςκατέναντιτοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. Καὶ πολλοὶ πλούσιοι ἔβαλονπολλά.42Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.43Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ λέγειαὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴπλεῖον πάντων βέβληκεντῶν βαλλόντωνεἰς τὸ γαζοφυλάκιον·44πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δέ, ἐκ τῆς ὑστερήσεως αὐτῆς, πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.»