Mark11grc_f35

The ‘triumphal’ entry—Sunday, 03/31/30 AD

1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ,εἰς Βηθσφαγῆκαὶ Βηθανίαν, πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ2καὶ λέγει αὐτοῖς· «Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθέωςεἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπωνκεκάθικεν. Λύσαντες αὐτὸν ἀγάγετε.3Καὶ ἐάν τις ὑμῖν εἴπῃ, ‹Τί ποιεῖτε τοῦτο;› εἴπατε ὅτι‹Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει,› καὶ εὐθέωςαὐτὸν ἀποστέλλειὧδε.»4Ἀπῆλθον δὲκαὶ εὗρον τὸνπῶλον δεδεμένον πρὸς τὴνθύραν, ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.5Καί τινες τῶν ἐκεῖ ἑστώτωνἔλεγον αὐτοῖς, «Τί ποιεῖτε, λύοντες τὸν πῶλον;»6Οἱ δὲ εἶποναὐτοῖς καθὼς ἐνετείλατοὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.7Καὶ ἤγαγοντὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπέβαλοναὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾿ αὐτῷ.8Πολλοὶ δὲτὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στοιβάδαςἔκοπτονἐκ τῶν δένδρωνκαὶ ἐστρώννυον εἰς τὴν ὁδόν.9Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες·«Ὡσαννά.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.»10«Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίουτοῦ πατρὸς ἡμῶν Δαυίδ.» «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.»11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶεἰς τὸ ἱερόν. Καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.

A barren fig tree

12Καὶ τῇ ἐπαύριον, ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασεν.13Καὶ ἰδὼν συκῆνμακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τιἐν αὐτῇ. Καὶ ἐλθὼν ἐπ᾿ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, οὐ γὰρ ἦν καιρὸςσύκων.14Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦςεἶπεν αὐτῇ, «Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶναμηδεὶς καρπὸν φάγῃ.»Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.

Jesus ‘purifies’ the temple (2nd time)—Monday, 04/01/30 AD

15Καὶ ἔρχονταιεἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν ὁ Ἰησοῦςεἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν.16Καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.17Καὶ ἐδίδασκεν λέγωναὐτοῖς· «Οὐ γέγραπται ὅτι ‹Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν›; Ὑμεῖς δὲ ἐποιήσατε αὐτὸνσπήλαιον λῃστῶν.»18Καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς,καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν·ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶςὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.19Καὶ ὅτεὀψὲ ἐγένετο, ἐξεπορεύετοἔξω τῆς πόλεως.

How to drown a mountain

20Καὶ πρωῒ παραπορευόμενοι,εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.21Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· «Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.»22Καὶ ἀποκριθεὶς ὁἸησοῦς λέγει αὐτοῖς· «Ἔχετε πίστιν Θεοῦ.23Ἀμὴν γὰρλέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ‹Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,› καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃὅτι ἃ λέγειγίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.24Διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂνπροσευχόμενοιαἰτῆσθε,πιστεύετε ὅτι λαμβάνετε,καὶ ἔσται ὑμῖν.25»Καὶ ὅταν στήκητεπροσευχόμενοι, ἀφίετε, εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.26Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖςἀφήσει τὰ παραπτώματα ὑμῶν.»

Jesus’ authority questioned—Tuesday, 04/02/30 AD

27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. Καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι.28Καὶ λέγουσιναὐτῷ, «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» καὶ«Τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκενἵνα ταῦτα ποιῇς;»29Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶςεἶπεν αὐτοῖς· «Ἐπερωτήσω ὑμᾶς καὶ ἐγὼἕνα λόγον· καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.30Τὸ βάπτισμαἸωάννου· ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;»31Καὶ ἐλογίζοντοπρὸς ἑαυτούς, λέγοντες· «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ, ‹Διὰ τί οὖνοὐκ ἐπιστεύσατε αὐτῷ;›32Ἀλλ᾿εἴπωμεν, ‹Ἐξ ἀνθρώπων› »—ἐφοβοῦντο τὸν λαόν,ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι ὄντωςπροφήτης ἦν.33Καὶ ἀποκριθέντες λέγουσιν τῷ Ἰησοῦ,«Οὐκ οἴδαμεν.» Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶςλέγει αὐτοῖς, «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.»