Luke7grc_f35

The faith of a centurion

1Ἐπεὶ δὲἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθενεἰς Καπερναούμ.2Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεντελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.3Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.4Οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντεςὅτι ἄξιός ἐστιν ᾧ παρέξειτοῦτο,5«Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.»6Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν πρὸς αὐτὸνὁ ἑκατόνταρχος φίλουςλέγων αὐτῷ· «Κύριε, μὴ σκύλλου, οὐ γάρ εἰμι ἱκανὸςἵνα μου ὑπὸ τὴν στέγηνεἰσέλθῃς.7Διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν. Ἀλλ᾿εἰπὲ λόγῳ καὶ ἰαθήσεταιὁ παῖς μου·8καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας. Καὶ λέγω τούτῳ, ‹Πορεύθητι,› καὶ πορεύεται· καὶ ἄλλῳ, ‹Ἔρχου,› καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, ‹Ποίησον τοῦτο,› καὶ ποιεῖ.»9Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, «Λέγω ὑμῖν, οὐδὲἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.»10Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκονεὗρον τὸν ἀσθενοῦνταδοῦλον ὑγιαίνοντα.

A widow’s son raised

11Καὶ ἐγένετο ἐν τῇἑξῆς, ἐπορεύετο,εἰς πόλιν καλουμένην Ναΐν,καὶ συνεπορεύοντο αὐτῷοἱ μαθηταὶ αὐτοῦ ἱκανοί,καὶ ὄχλος πολύς.12Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, υἱὸς μονογενὴςτῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴχήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸςσὺν αὐτῇ.13Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇκαὶ εἶπεν αὐτῇ, «Μὴ κλαῖε.»14Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, «Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.»15Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.16Ἔλαβεν δὲ φόβος πάνταςκαὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι «Προφήτης μέγας ἐγήγερταιἐν ἡμῖν,» καὶ ὅτι «Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.»17Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ἐνπάσῃ τῇ περιχώρῳ.

Messengers from John

18Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.19Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ, ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν Ἰησοῦνλέγων, «Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλονπροσδοκῶμεν;»20Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον·«Ἰωάννης ὁ Βαπτιστὴς ἀπέσταλκενἡμᾶς πρός σε λέγων, ‹Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλονπροσδοκῶμεν;› »21Ἐν αὐτῇ δὲτῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸβλέπειν.22Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦςεἶπεν αὐτοῖς· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετεκαὶ ἠκούσατε· ὅτιτυφλοὶ ἀναβλέπουσιν,χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται,κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται.23Καί, μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.»

Jesus praises John

24Ἀπελθόντων δὲ τῶν ἀγγέλωνἸωάννου, ἤρξατο λέγειν τοῖς ὄχλοιςπερὶ Ἰωάννου· «Τί ἐξεληλύθατεεἰς τὴν ἔρημον θεάσασθαι, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;25Ἀλλὰ τί ἐξεληλύθατεἰδεῖν, ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.26Ἀλλὰ τί ἐξεληλύθατεἰδεῖν, προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.27Οὗτόςἐστιν περὶ οὗ γέγραπται· ‹Ἰδού, ἐγὼἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.›28Λέγω γὰρὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτηςἸωάννου τοῦ Βαπτιστοῦοὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστιν.»29(Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου.30Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.)

Inconsistency of the Pharisees

31«Τίνιοὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;32Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν,‹Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν,καὶ οὐκ ἐκλαύσατε.›33Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ Βαπτιστὴς μήτεἄρτον ἐσθίωνμήτε οἶνον πίνων,καὶ λέγετε, ‹Δαιμόνιον ἔχει.›34Ἐλήλυθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ‹Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶνκαὶ ἁμαρτωλῶν.›35Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.»

A lesson in forgiveness

36Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαντοῦ Φαρισαίου ἀνεκλίθη.37Καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει ἥτις ἦνἁμαρτωλός, καὶἐπιγνοῦσα ὅτι ἀνάκειταιἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου,38καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσωκλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσινκαὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν· καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.39Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτόν, εἶπεν ἐν ἑαυτῷ λέγων, «Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ—ὅτι ἁμαρτωλός ἐστιν.»40Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, «Σίμων, ἔχω σοί τι εἰπεῖν.» Ὁ δέ φησίν, «Διδάσκαλε, εἰπέ.»41«Δύο χρεωφειλέταιἦσαν δανειστῇτινι. Ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.42Μὴ ἐχόντων δὲαὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ,πλεῖον αὐτὸν ἀγαπήσει;»43Ἀποκριθεὶς δὲ ὁΣίμων εἶπεν, «Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο.» Ὁ δὲ εἶπεν αὐτῷ, «Ὀρθῶς ἔκρινας.»44Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· «Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν· ὕδωρ ἐπὶ τοὺς πόδας μουοὐκ ἔδωκας, αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν τῆς κεφαλῆςαὐτῆς ἐξέμαξεν.45Φίλημά μοι οὐκ ἔδωκας, αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθονοὐ διέλιπενκαταφιλοῦσά μου τοὺς πόδας.46Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέν μου τοὺς πόδας.47Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.»48Εἶπεν δὲ αὐτῇ, «Ἀφέωνταί σου αἱ ἁμαρτίαι.»49Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, «Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;»50Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, «Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.»