Luke23grc_f35
Jesus taken to Pontius Pilate
1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγοναὐτὸν ἐπὶ τὸν Πιλᾶτον.2Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, «Τοῦτον εὕρομενδιαστρέφοντα τὸ ἔθνος,καὶ κωλύοντα Καίσαρι φόρουςδιδόναι,λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.»3Ὁ δὲ Πιλᾶτος ἐπηρώτησεναὐτὸν λέγων, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, «Σὺ λέγεις.»4Ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους,«Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.»5Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι «Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾿ ὅλης τῆς Ἰουδαίας,ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.»Jesus taken to Herod
6Πιλᾶτος δὲ ἀκούσας ‹Γαλιλαίαν,›ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν.7Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.8Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ θέλων ἐξ ἱκανοῦἰδεῖν αὐτόν, διὰ τὸ ἀκούεινπολλὰπερὶ αὐτοῦ· καὶ ἤλπιζέν τισημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον.9Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.10Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς,εὐτόνως κατηγοροῦντες αὐτοῦ.11Ἐξουθενήσας δὲ αὐτὸνὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸνἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.12(Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλᾶτος καὶ ὁ Ἡρῴδηςἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων—προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.)Pilate sentences Jesus
13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν,14εἶπεν πρὸς αὐτούς· «Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντατὸν λαόν, καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲνεὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ.15Ἀλλ᾿ οὐδὲ Ἡρῴδης (ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν)·καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ.16Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.»17(Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.)18Ἀνέκραξανδὲ παμπληθεὶλέγοντες· «Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖνΒαραββᾶν»—19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει, καὶ φόνον, βεβλημένος εἰς φυλακήν.20Πάλιν οὖνὁ Πιλᾶτος προσεφώνησεν,θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.21Οἱ δὲ ἐπεφώνουν λέγοντες· «Σταύρωσον, σταύρωσοναὐτόν.»22Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· «Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιονθανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.»23Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν, καὶ τῶν ἀρχιερέων.24Ὁ δὲΠιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.25Ἀπέλυσεν δὲτὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴνφυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.Jesus is crucified
26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου (ἐρχομένουἀπ᾿ ἀγροῦ), ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεντοῦ Ἰησοῦ.27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ καὶἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.28Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦςεἶπεν· «Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ· πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.29Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, ‹Μακάριαι αἱ στεῖραι, καὶκοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.›30Τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, ‹Πέσετε ἐφ᾿ ἡμᾶς,› καὶ τοῖς βουνοῖς, ‹Καλύψατε ἡμᾶς.›31Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;»32Ἤγοντο δὲ καὶ ἕτεροι δύο, κακοῦργοι,σὺν αὐτῷ ἀναιρεθῆναι.33Καὶ ὅτε ἀπῆλθονἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν· καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.34Ὁ δὲ Ἰησοῦς ἔλεγεν, «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν»·διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλονκλῆρον.35Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖςλέγοντες, «Ἄλλους ἔσωσεν· σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, ὁ τοῦ Θεοῦ ἐκλεκτός.»36Ἐνέπαιζονδὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι καὶὄξος προσφέροντες αὐτῷ,37καὶ λέγοντες, «Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.»38Ἦν δὲ καὶἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ,γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς·ΟΥΤΟΣ ΕΣΤΙΝ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, «Εἰσὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.»40Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμααὐτῷ λέγων·«Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;41Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.»42Καὶ ἔλεγεν τῷἸησοῦ, «Μνήσθητί μου, Κύριε,ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳσου.»43Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς,«Ἀμὴν λέγω σοι,σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ.»Jesus dismisses His spirit
44Ἦν δὲὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.45Καὶ ἐσκοτίσθη ὁ ἥλιος·καὶ ἐσχίσθητὸ καταπέτασμα τοῦ ναοῦ μέσον.46Καὶ φωνήσας φωνῇ μεγάλῃ, ὁ Ἰησοῦς εἶπεν, «Πάτερ, εἰς χεῖράς σου παραθήσομαιτὸ πνεῦμά μου.» Καὶ ταῦταεἰπὼν ἐξέπνευσεν.Various reactions
47Ἰδὼν δὲ ὁ ἑκατόνταρχοςτὸ γενόμενον, ἐδόξασεντὸν Θεὸν λέγων, «Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.»48Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα,τύπτοντες ἑαυτῶντὰ στήθη ὑπέστρεφον.49Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦμακρόθεν,καὶ γυναῖκες αἱ συνακολουθήσασαιαὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.Jesus’ body is buried
50Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων,ἀνὴρ ἀγαθὸς καὶ δίκαιος51(οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν), ἀπὸ Ἀριμαθαίας,πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸςτὴν βασιλείαν τοῦ Θεοῦ·52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.53Καὶ καθελὼν αὐτὸἐνετύλιξεν αὐτὸσινδόνι, καὶ ἔθηκεν αὐτὸἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπω οὐδεὶςκείμενος.54Καὶ ἡμέρα ἦν Παρασκευή·σάββατονἐπέφωσκεν.55Κατακολουθήσασαι δὲγυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας,ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.56Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.No translations available.