Luke22grc_f35

Judas joins the plot against Jesus

1Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα.2Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.3Εἰσῆλθεν δὲ ὁΣατανᾶς εἰς Ἰούδαν (τὸν ἐπικαλούμενονἸσκαριώτην), ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα.4Καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶστρατηγοῖς τὸ πῶς αὐτὸν παραδῶ αὐτοῖς.5Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριαδοῦναι.6Καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.

Preparation for the last Passover

7Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐνᾗ ἔδει θύεσθαι τὸ Πάσχα.8Καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, «Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν.»9Οἱ δὲ εἶποναὐτῷ, «Ποῦ θέλεις ἑτοιμάσομεν;»10Ὁ δὲ εἶπεν αὐτοῖς· «Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗεἰσπορεύεται.11Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, ‹Λέγει σοι ὁ Διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;›12Κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιονμέγα, ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.»13Ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεναὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.

They eat the Passover

14Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν, καὶ οἱ δώδεκαἀπόστολοι σὺν αὐτῷ.15Καὶ εἶπεν πρὸς αὐτούς· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν.16Λέγω γὰρ ὑμῖν ὅτι οὐκέτιοὐ μὴ φάγω ἐξ αὐτοῦἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.»17Καὶ δεξάμενοςποτήριον εὐχαριστήσας εἶπεν· «Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς.18Λέγω γὰρ ὑμῖν ὅτιοὐ μὴ πίωἀπὸ τοῦ γενήματοςτῆς ἀμπέλου ἕως ὅτουἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ.»

Jesus institutes the Lord’s Supper

19Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, «Τοῦτό ἐστιν τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.»20Ὡσαύτως καὶ τὸ ποτήριον,μετὰ τὸ δειπνῆσαι, λέγων· «Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.

The betrayer is present

21»Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης.22Καὶὁ μὲν Υἱὸςτοῦ Ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον,πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ παραδίδοται.»23(Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.)

Wanting to be ‘the greatest’ is not a valid option

24Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.25Ὁ δὲ εἶπεν αὐτοῖς· «Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιναὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.26Ὑμεῖς δὲ οὐχοὕτως—ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γενέσθωὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.27Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶνὡς ὁ διακονῶν.28Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου.29Κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν,30ἵνα ἐσθίητεκαὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου·καὶ καθίσεσθεἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰςτοῦ Ἰσραήλ.»

Peter will deny Him

31Εἶπεν δὲ ὁ Κύριος·«Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαιὡς τὸν σῖτον.32Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃἡ πίστις σου· καὶ σύ, ποτὲ ἐπιστρέψας, στήριξοντοὺς ἀδελφούς σου.»33Ὁ δὲ εἶπεν αὐτῷ, «Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.»34Ὁ δὲ εἶπεν, «Λέγω σοι, Πέτρε, οὐ μὴφωνήσῃσήμερον ἀλέκτωρ πρὶν ἢτρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.»

“Buy a sword”

35Καὶ εἶπεν αὐτοῖς, «Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίουκαὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε;»Οἱ δὲ εἶπον,«Οὐδενός.»36Εἶπεν οὖναὐτοῖς· «Ἀλλὰ νῦν, ὁ ἔχων βαλάντιονἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων πωλήσειτὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσειμάχαιραν.37Λέγω γὰρ ὑμῖν ὅτι ἔτιτοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί· τὸ ‹Καὶ μετὰ ἀνόμων ἐλογίσθη›· καὶ γὰρ τὰπερὶ ἐμοῦ τέλος ἔχει.»38Οἱ δὲ εἶπον,«Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο.» Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἱκανόν ἐστιν.»

Gethsemane

39Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.40Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, «Προσεύχεσθε, μὴ εἰσελθεῖν εἰς πειρασμόν.»41Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο42λέγων, «Πάτερ, εἰ βούλει παρενεγκεῖντὸ ποτήριον τοῦτοἀπ᾿ ἐμοῦ—πλήν, μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σόν, γενέσθω.»43Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνισχύων αὐτόν.44Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ἐγένετο δὲὁ ἱδρὼςαὐτοῦ ὡσεὶ θρόμβοι αἵματος, καταβαίνοντες ἐπὶ τὴν γῆν.45Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰςεὗρεν αὐτοὺς κοιμωμένουςἀπὸ τῆς λύπης.46Καὶ εἶπεν αὐτοῖς· «Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.»

Betrayal and arrest

47Ἔτι δὲαὐτοῦ λαλοῦντος, ἰδοὺ ὄχλος· καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετοαὐτούς,καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν (τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς, «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν»).48Ὁ δὲ Ἰησοῦςεἶπεν αὐτῷ, «Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ Ἀνθρώπου παραδίδως;»49Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶποναὐτῷ,«Κύριε, εἰ πατάξομενἐν μαχαίρᾳ;»50Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέωςκαὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖςτὸ δεξιόν.51Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, «Ἐᾶτε ἕως τούτου»· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦἰάσατο αὐτόν.52Εἶπεν δὲ ὁ Ἰησοῦςπρὸς τοὺς παραγενομένους πρὸςαὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· «Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατεμετὰ μαχαιρῶν καὶ ξύλων;53Καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ. Ἀλλὰαὕτη ὑμῶν ἐστινἡ ὥρα· καὶ ἡ ἐξουσία τοῦ σκότους.»

Peter denies Jesus

54Συλλαβόντες δὲ αὐτόν, ἤγαγον καὶ εἰσήγαγονεἰς τὸν οἶκοντοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.55Ἁψάντωνδὲ πῦρἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν,ἐκάθητο ὁ Πέτρος ἐν μέσῳαὐτῶν.56Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν, «Καὶ οὗτος σὺν αὐτῷ ἦν.»57Ὁ δὲ ἠρνήσατο αὐτὸνλέγων, «Γύναι, οὐκ οἶδα αὐτόν.»58Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, «Καὶ σὺ ἐξ αὐτῶν εἶ.» Ὁ δὲ Πέτρος εἶπεν,«Ἄνθρωπε, οὐκ εἰμί.»59Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο λέγων, «Ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.»60Εἶπεν δὲ ὁ Πέτρος, «Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις.» Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ,ἐφώνησενἀλέκτωρ.61Καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγουτοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι «Πρὶν ἀλέκτορα φωνῆσαι,ἀπαρνήσῃ με τρίς.»62Καὶ ἐξελθὼν ἔξωἔκλαυσεν πικρῶς.

Guards mistreat Jesus

63Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦνἐνέπαιζον αὐτῷ, δαίροντες.64Καὶ περικαλύψαντες αὐτόν, ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸνλέγοντες· «Προφήτευσον. Τίς ἐστιν ὁ παίσας σε;»65Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.

Jesus judged by the Council

66Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τεκαὶ γραμματεῖς, καὶ ἀπήγαγοναὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,λέγοντες,67«Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲἡμῖν.» Εἶπεν δὲ αὐτοῖς· «Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε.68Ἐὰν δὲ καὶἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε.69Ἀπὸ τοῦ νῦνἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.»70Εἶπονδὲ πάντες, «Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ;» Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, «Ὑμεῖς λέγετε ὅτι ΕΓΩ ΕΙΜΙ.»71Οἱ δὲ εἶπον·«Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας;Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.»