Jesus’ authority questioned
1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων,διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἱερεῖςκαὶ οἱγραμματεῖς σὺν τοῖς πρεσβυτέροις2καὶ εἶπονπρὸς αὐτὸν λέγοντες,«Εἰπὲ ἡμῖνἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς· ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;»3Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· «Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον,καὶ εἴπατέ μοι·4Τὸ βάπτισμα Ἰωάννου—ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;»5Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ, ‹Διὰ τίοὐκ ἐπιστεύσατε αὐτῷ;›6Ἐὰν δὲ εἴπωμεν, ‹Ἐξ ἀνθρώπων,› πᾶς ὁ λαὸςκαταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.»7Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.8Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.»Parable of some perverse tenants
9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· «Ἄνθρωποςἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτοαὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.10Καὶ ἐνκαιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιναὐτῷ. Οἱ δὲ γεωργοὶ δήραντεςαὐτὸν ἐξαπέστειλανκενόν.11Καὶ προσέθετοπέμψαι ἕτερονδοῦλον· οἱ δὲ κἀκεῖνον δήραντεςκαὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.12Καὶ προσέθετο πέμψαι τρίτον·οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.13Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· ‹Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντεςἐντραπήσονται.›14Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοί, διελογίζοντο πρὸς ἑαυτοὺςλέγοντες· ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε,ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.›15Καὶ ἐκβαλόντεςἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;16Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.» Ἀκούσαντες δὲ εἶπον,«Μὴ γένοιτο.»17Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· «Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας›;18Πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ—λικμήσει αὐτόν.»19Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖςἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ· καὶ ἐφοβήθησαν—ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν.To Caesar, Caesar’s; to God, God’s
20Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνταιαὐτοῦ λόγου,εἰς τὸπαραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.21Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις.22Ἔξεστιν ἡμῖνΚαίσαρι φόρον δοῦναι, ἢ οὔ;»23Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς· «Τί με πειράζετε;24Ἐπιδείξατέμοι δηνάριον—τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;» Ἀποκριθέντεςδὲ εἶπον,«Καίσαρος.»25Ὁ δὲ εἶπεν αὐτοῖς,«Ἀπόδοτε τοίνυντὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.»26Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.Sadducees deny resurrection
27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντεςἀνάστασιν μὴ εἶναι,ἐπηρώτησαν αὐτὸν28λέγοντες· «Διδάσκαλε, Μωσῆςἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἀποθάνῃ,ἵνα ὁ ἀδελφὸς αὐτοῦ λάβῃτὴν γυναῖκα καὶ ἐξαναστήσῃσπέρμα τῷ ἀδελφῷ αὐτοῦ.29Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·30καὶ ἔλαβενὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·31καὶ ὁ τρίτος ἔλαβεν αὐτήν·ὡσαύτως δὲ καὶ οἱ ἑπτά—οὐ κατέλιποντέκνα, καὶ ἀπέθανον.32Ὕστερον δὲ πάντων,ἀπέθανεν καὶ ἡ γυνή.33Ἐν τῇ οὖνἀναστάσει,τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.»34Καὶ ἀποκριθεὶςεἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται·35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν, καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται.36Οὔτεγὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν—καὶ υἱοί εἰσιν τοῦΘεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.37Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆςἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει· ‹Κύριον τὸν Θεὸν Ἁβραὰμ καὶ τὸνΘεὸν Ἰσαὰκ καὶ τὸνΘεὸν Ἰακώβ.›38Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων—πάντες γὰρ αὐτῷ ζῶσιν.»39Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον,«Διδάσκαλε, καλῶς εἶπας.»40Οὐκέτι δὲἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.Is the Christ David’s Son?
41Εἶπεν δὲ πρὸς αὐτούς· «Πῶς λέγουσιντὸν Χριστὸν Υἱὸν Δαυὶδ εἶναι;42Καὶ αὐτὸςΔαυὶδ λέγει ἐν ΒίβλῳΨαλμῶν, ‹Εἶπεν ὁΚύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.›44Δαυὶδ οὖν Κύριον αὐτὸνκαλεῖ, καὶ πῶς Υἱὸς αὐτοῦἐστιν;»Jesus denounces the scribes
45Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·46«Προσέχετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·47οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονταιπερισσότερον κρῖμα.»