Zacchaeus
1Καὶ εἰσελθὼνδιήρχετο τὴν Ἰεριχώ.2Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος—καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦνπλούσιος.3Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.4Καὶ προδραμὼνἔμπροσθενἀνέβη ἐπὶ συκομοραίαν,ἵνα ἴδῃ αὐτόν, ὅτιἐκείνης ἤμελλενδιέρχεσθαι.5Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶεἶπεν πρὸς αὐτόν, «Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.»6Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.7Καὶ ἰδόντες, πάντεςδιεγόγγυζον, λέγοντες ὅτι «Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.»8Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν Κύριον,«Ἰδού, τὰ ἡμίσητῶν ὑπαρχόντων μου,Κύριε, δίδωμι τοῖς πτωχοῖς,καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.»9Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι «Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἁβραάμ ἐστιν·10ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ζητῆσαικαὶ σῶσαι τὸ ἀπολωλός.»Parable of the despised king
11Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπεν παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλὴμκαὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι.12Εἶπεν οὖν· «Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.13Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, ‹Πραγματεύσασθεἕωςἔρχομαι.›14Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, ‹Οὐ θέλομεντοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς.›15Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτόν, λαβόντα τὴν βασιλείαν,εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεντὸ ἀργύριον, ἵνα γνῷτίς τί διεπραγματεύσατο.16Παρεγένετο δὲ ὁ πρῶτος λέγων, ‹Κύριε, ἡ μνᾶσου προσειργάσατο δέκαμνᾶς.›17Καὶ εἶπεν αὐτῷ· ‹Εὖ,ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.›18Καὶ ἦλθεν ὁ δεύτερος λέγων, ‹Κύριε, ἡ μνᾶσουἐποίησεν πέντε μνᾶς.›19Εἶπεν δὲ καὶ τούτῳ, ‹Καὶ σὺ γίνου ἐπάνωπέντε πόλεων.›20Καὶ ἕτεροςἦλθεν λέγων· ‹Κύριε, ἰδοὺ ἡ μνᾶσου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ—21ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.›22Λέγει δὲαὐτῷ· ‹Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρωνὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα.23Καὶ διὰ τί οὐκ ἔδωκας τὸ ἀργύριόν μουἐπὶ τὴν τράπεζαν,καὶ ἐγὼἐλθὼνσὺν τόκῳ ἂν ἔπραξα αὐτό;›24Καὶ τοῖς παρεστῶσιν εἶπεν, ‹Ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.›25(Καὶ εἶποναὐτῷ, ‹Κύριε, ἔχει δέκα μνᾶς.›)26‹Λέγω γὰρὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.27Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους,τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἀγάγετε ὧδε καὶ κατασφάξατεἔμπροσθέν μου.› »The ‘Triumphal Entry’
28Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα.29Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγῆκαὶ Βηθανίαν,πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ30εἰπών·«Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν.Λύσαντες αὐτὸν ἀγάγετε.31Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, ‹Διὰ τί λύετε;› οὕτως ἐρεῖτε αὐτῷὅτι ‹Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.› »A steed for the King
32Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.33Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπονοἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, «Τί λύετε τὸν πῶλον;»34Οἱ δὲ εἶπον,«Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.»35Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρρίψαντεςἑαυτῶντὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν.36Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶνἐν τῇ ὁδῷ.Rejoicing and praising
37Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν, ἤρξαντοἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,38λέγοντες· «Εὐλογημένος ὁ ἐρχόμενοςΒασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷκαὶ δόξα ἐν ὑψίστοις.»A sour note
39Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπονπρὸς αὐτόν, «Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.»40Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς,«Λέγω ὑμῖν ὅτιἐὰν οὗτοι σιωπήσωσιν,οἱ λίθοι κεκράξονται.»Jesus weeps over Jerusalem
41Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ,42λέγων ὅτι «Εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ,τὰ πρὸς εἰρήνην σου·νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.43Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσινοἱ ἐχθροί σου χάρακά σοι· καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν.44Καὶ ἐδαφιοῦσίν σε, καὶ τὰ τέκνα σου ἐν σοί—καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ—ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.»Jesus cleanses the temple
45Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας,46λέγων αὐτοῖς, «Γέγραπται·‹Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν,›ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.»47Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ,48καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν,ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.