Jesus heals a man with dropsy
1Καὶ ἐγένετο, ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶνΦαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.2Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.3Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, «Εἰἔξεστιν τῷ σαββάτῳ θεραπεύειν;»4Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.5Καὶ ἀποκριθεὶςπρὸς αὐτοὺς εἶπεν,«Τίνος ὑμῶν, υἱὸςἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται,καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇἡμέρᾳ τοῦ σαββάτου;»6Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷπρὸς ταῦτα.A lesson about humility
7Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·8«Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇςεἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ,9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ, ‹Σύ,δὸς τούτῳ τόπον›· καὶ τότε ἄρξῃ, μετ᾿αἰσχύνης, τὸν ἔσχατον τόπον κατέχειν.10Ἀλλ᾿ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσεεἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε, εἴπῃσοι, ‹Φίλε, προσανάβηθι ἀνώτερον.› Τότε ἔσται σοι δόξα ἐνώπιοντῶν συνανακειμένων σοι.11Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.»12Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· «Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσιν,καὶ γένηταίσοι ἀνταπόδομα.13Ἀλλ᾿ ὅταν ποιῇς δοχήν,κάλει πτωχούς, ἀναπήρους,χωλούς, τυφλούς·14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι—ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.»An unusual banquet
15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, «Μακάριος ὃςφάγεται ἄριστονἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.»16Ὁ δὲ εἶπεν αὐτῷ· «Ἄνθρωπός τις ἐποίησενδεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς·17καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, ‹Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν πάντα.›18Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες.Ὁ πρῶτος εἶπεν αὐτῷ· ‹Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶἰδεῖν αὐτόν. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον.›19Καὶ ἕτερος εἶπεν· ‹Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον.›20Καὶ ἕτερος εἶπεν, ‹Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.›21Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνοςἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, ‹Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρουςκαὶ τυφλοὺς καὶ χωλοὺςεἰσάγαγε ὧδε.›22Καὶ εἶπεν ὁ δοῦλος, ‹Κύριε, γέγονεν ὡςἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.›23Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ‹Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου.24Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.› »Jesus defines discipleship
25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·26«Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦκαὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲκαὶ τὴν ἑαυτοῦ ψυχήν,οὐ δύναταί μου εἶναι μαθητής.27Καὶ ὅστιςοὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ,καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μουμαθητής.28»Τίς γὰρ ἐξ ὑμῶν, ὁ θέλωνπύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰπρὸςἀπαρτισμόν;29Ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντοςἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνταιἐμπαίζειν αὐτῷ,30λέγοντες ὅτι ‹Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.›31»Ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖεἰς πόλεμον, οὐχὶ καθίσας πρῶτονβουλεύεταιεἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαιτῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν;32Εἰ δὲ μή γε, ἔτι πόρρω αὐτοῦὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.33»Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται μου εἶναιμαθητής.34Καλὸντὸ ἅλας· ἐὰν δὲτὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;35Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.»