Luke11grc_f35

A model prayer

1Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, «Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.»2Εἶπεν δὲ αὐτοῖς· «Ὅταν προσεύχησθελέγετε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷκαὶ ἐπὶ τῆς γῆς.3Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν·4καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμενπαντὶὀφείλοντι ἡμῖν. Καί, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.»

A request at midnight

5Καὶ εἶπεν πρὸς αὐτούς· «Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃαὐτῷ, ‹Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,6ἐπειδὴ φίλοςπαρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ›·7κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, ‹Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι›;8Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον,διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσονχρῄζει.9»Κἀγὼ ὑμῖν λέγω· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεταιὑμῖν.10Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.11Τίνα δὲὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσειαὐτῷ;Ἢ καὶἰχθύν, μὴἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;12Ἢ καὶ ἐὰναἰτήσῃᾠόν, μὴἐπιδώσει αὐτῷ σκορπίον;13Εἰ οὖν ὑμεῖς, πονηροὶ ὑπάρχοντες,,οἴδατε δόματα ἀγαθὰδιδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ ἐξ οὐρανοῦδώσει Πνεῦμα Ἅγιοντοῖς αἰτοῦσιν αὐτόν.»

A divided house

14Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦνκωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασανοἱ ὄχλοι.15Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, «Ἐν Βεελζεβούλ,ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.»16Ἕτεροι δὲ πειράζοντες, σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.17Αὐτὸς δέ, εἰδὼς αὐτῶν τὰ διανοήματα,εἶπεν αὐτοῖς· «Πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσαἐρημοῦται, καὶ οἶκος ἐπὶοἶκον πίπτει.18Εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη,πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ;—ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν μετὰ δαιμόνια.19Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;Διὰ τοῦτο κριταὶ αὐτοὶ ὑμῶν ἔσονται.20Εἰ δὲ ἐν δακτύλῳ Θεοῦἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.21»Ὅταν ὁ ἰσχυρός, καθωπλισμένος, φυλάσσῃτὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ.22Ἐπὰν δὲ ὁἰσχυρότερος αὐτοῦ ἐπελθών, νικήσῃαὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾿ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.23»Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.

An empty house

24»Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκονλέγει, ‹Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον.›25Καὶ ἐλθὸνεὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον.26Τότε πορεύεται καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα, πονηρότερα ἑαυτοῦ,καὶ ἐλθόντακατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.»

True blessedness

27Ἐγένετο δέ,ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴνἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, «Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.»28Αὐτὸς δὲ εἶπεν, «Μενοῦν γε,μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.»

Jonah is a sign

29Τῶν δὲ ὄχλων ἐπαθροιζομένων, ἤρξατο λέγειν· «Ἡ γενεὰ αὕτηπονηρά ἐστιν. Σημεῖον ἐπιζητεῖ,καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.30Καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευΐταις,οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.31Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος,καὶ ἰδού, πλεῖον Σολομῶνοςὧδε.32Ἄνδρες Νινευῒἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.

Light inside the body

33»Οὐδεὶς δὲλύχνον ἅψας, εἰς κρυπτὴντίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον,ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγοςβλέπωσιν.34Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.Ὅταν οὖνὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ,ὅλον τὸ σῶμά σου φωτεινόνἐστιν.Ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.35Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.36Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέροςσκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.»

Jesus derides scribes and Pharisees

37Ἐν δὲ τῷ λαλῆσαι,ἠρώτααὐτὸν Φαρισαῖός τιςὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ. Εἰσελθὼν δὲ ἀνέπεσεν.38Ὁ δὲ Φαρισαῖος, ἰδών, ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.39Εἶπεν δὲ ὁ Κύριος πρὸς αὐτόν· «Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.40Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;41Πλήν, τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδού, πάντακαθαρὰ ὑμῖν ἐστιν.42»Ἀλλ᾿οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ. Ταῦταἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.43Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.44Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί,ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποιπεριπατοῦντες ἐπάνω οὐκ οἴδασιν.»

Jesus derides lawyers

45Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, «Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.»46Ὁ δὲ εἶπεν· «Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.47Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.48Ἄρα μαρτυρεῖτεκαὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα.49Διὰ τοῦτο καὶ ‹ἡ σοφία τοῦ Θεοῦ› εἶπεν· ‹Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ἐκδιώξουσιν,›50ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενονἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,51ἀπὸ τοῦαἵματος Ἄβελἕως τοῦαἵματος Ζαχαρίου, τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.52Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε,καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.»53Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς,ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς συνέχεινκαὶ ἀποστοματίζειναὐτὸν περὶ πλειόνων,54ἐνεδρεύοντες αὐτόν, ζητοῦντεςθηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ.