Jesus sends out the Seventy
1Μετὰ δὲ ταῦτα, ἀνέδειξεν ὁ Κύριος καὶἑτέρους ἑβδομήκοντα,καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύοπρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεναὐτὸς ἔρχεσθαι.2Ἔλεγεν οὖνπρὸς αὐτούς· «Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάταςεἰς τὸν θερισμὸν αὐτοῦ.3»Ὑπάγετε· ἰδού, ἐγὼἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.4Μὴ βαστάζετε βαλάντιον,μὴ πήραν, μὴὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.5Εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε,πρῶτον λέγετε, ‹Εἰρήνη τῷ οἴκῳ τούτῳ.›6Καὶ ἐὰν μὲνᾖ ἐκεῖυἱὸςεἰρήνης, ἐπαναπαύσεταιἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μή γε, ἐφ᾿ ὑμᾶς ἀνακάμψει.7Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστιν.Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.8»Καὶ εἰς ἣν δ᾿ ἂνπόλιν εἰσέρχησθε, καὶ δέχωνταιὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν.9Καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς, ‹Ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.›10Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε,καὶ μὴ δέχωνταιὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε·11‹Καὶ τὸν κονιορτὸν τὸνκολληθέντα ἡμῖν ἐκτῆς πόλεως ὑμῶνἀπομασσόμεθα ὑμῖν. Πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶςἡ βασιλεία τοῦ Θεοῦ.›12Λέγωὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.Jesus gives the example
13»Οὐαί σοι, Χωραζίν,οὐαί σοι, Βηθσαϊδά·ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντοαἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναιμετενόησαν.14Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν.15Καὶ σύ, Καπερναούμ,ἡἕως τοῦοὐρανοῦ ὑψωθεῖσα,ἕωςᾍδουκαταβιβασθήσῃ.16»Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.»The Seventy return and report
17Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶςλέγοντες, «Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.»18Εἶπεν δὲ αὐτοῖς· «Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.19Ἰδού, δίδωμιὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.20Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφηἐν τοῖς οὐρανοῖς.»Jesus worships His Father
21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦςκαὶ εἶπεν· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκίαἔμπροσθέν σου.»22Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν·«Πάντα μοι παρεδόθηὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς γινώσκειτίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.»23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπεν· «Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.24Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον,καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.»How to inherit eternal life
25Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτὸν καὶλέγων, «Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;»26Ὁ δὲ εἶπεν πρὸς αὐτόν· «Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις;»27Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆςκαρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆςσου, καὶ ἐξ ὅλης τῆς ἰσχύοςσου, καὶ ἐξ ὅλης τῆς διανοίαςσου, καί, τὸν πλησίον σου ὡς σεαυτόν.»28Εἶπεν δὲ αὐτῷ, «Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.»29Ὁ δέ, θέλων δικαιοῦνἑαυτόν, εἶπεν πρὸς τὸν Ἰησοῦν, «Καὶ τίς ἐστίν μου πλησίον;»The good Samaritan
30Ὑπολαβὼν δὲὁ Ἰησοῦς εἶπεν· «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντεςαὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα.31Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.32Ὁμοίως δὲ καὶ Λευΐτης, γενόμενοςκατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼνἀντιπαρῆλθεν.33Σαμαρείτηςδέ τις, ὁδεύων, ἦλθεν κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸνἐσπλαγχνίσθη·34καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸνεἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ.35Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών,ἐκβαλὼν δύο δηνάρια, ἔδωκεντῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ,‹Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.›36Τίς οὖντούτων τῶν τριῶν πλησίον, δοκεῖ σοι,γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;»37Ὁ δὲ εἶπεν, «Ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ.» Εἶπεν οὖναὐτῷ ὁ Ἰησοῦς, «Πορεύου καὶ σὺ ποίει ὁμοίως.»Martha and Mary
38Ἐγένετο δὲ ἐντῷ πορεύεσθαι αὐτούς, καὶαὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς.39Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία,ἣκαὶ παρακαθίσασαπαρὰτοὺς πόδας τοῦ Ἰησοῦἤκουεν τῶν λόγωναὐτοῦ.40Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· «Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπενδιακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.»41Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ·«Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃπερὶ πολλά,42ἑνὸς δέ ἐστιν χρεία. Μαρίαδὲτὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿αὐτῆς.»