The man born blind
1Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.2Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, «Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»3ἈπεκρίθηἸησοῦς· «Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.4Ἐμὲδεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.5Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.»The man is healed
6Ταῦτα εἰπών, ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεντὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ.7Καὶ εἶπεν αὐτῷ, «Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ» (ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος). Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.8Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸςἦν ἔλεγον, «Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;»9Ἄλλοι ἔλεγον ὅτι «Οὗτός ἐστιν»· ἄλλοι δὲ ὅτι«Ὅμοιοςαὐτῷ ἐστιν.» Ἐκεῖνος ἔλεγεν ὅτι «Ἐγώ εἰμι.»10Ἔλεγον οὖν αὐτῷ, «Πῶςἀνεῴχθησάνσουοἱ ὀφθαλμοί;»11Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· «Ἄνθρωποςλεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι,‹Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦΣιλωὰμ καὶ νίψαι.› Ἀπελθὼν δὲκαὶ νιψάμενος, ἀνέβλεψα.»12Εἶπον οὖναὐτῷ, «Ποῦ ἐστιν ἐκεῖνος;» Λέγει, «Οὐκ οἶδα.»The man is excommunicated
13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.14(Ἦν δὲ σάββατον ὅτετὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.)15Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, «Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς,καὶ ἐνιψάμην, καὶ βλέπω.»16Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, «Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ Θεοῦ,ὅτι τὸ σάββατον οὐ τηρεῖ.» Ἄλλοιἔλεγον, «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;» Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.17Λέγουσιν οὖντῷ τυφλῷ πάλιν, «Σὺ τίλέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξένσου τοὺς ὀφθαλμούς;» Ὁ δὲ εἶπεν ὅτι «Προφήτης ἐστίν.»18Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦνκαὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος.19Καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· «Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει;»20Ἀπεκρίθησαν δὲαὐτοῖςοἱ γονεῖς αὐτοῦ καὶ εἶπον· «Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη.21Πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν. Αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.Αὐτὸς περὶ ἑαυτοῦλαλήσει.»22Ταῦτα εἶπονοἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.23Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπονὅτι «Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.»24Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπονὃς ἦν τυφλὸς καὶ εἶποναὐτῷ· «Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτοςἁμαρτωλός ἐστιν.»25Ἀπεκρίθη οὖνἐκεῖνος καὶ εἶπεν·«Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα. Ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω.»26Εἶπον δὲαὐτῷ πάλιν·«Τί ἐποίησέν σοι; Πῶς ἀνέῳξένσου τοὺς ὀφθαλμούς;»27Ἀπεκρίθη αὐτοῖς· «Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶγενέσθαι;»28Ἐλοιδόρησαναὐτὸν καὶ εἶπον· «Σὺ εἶ μαθητὴς ἐκείνου,ἡμεῖς δὲ τοῦ Μωσέωςἐσμὲν μαθηταί.29Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖλελάληκεν ὁ Θεός· τοῦτον δέ—οὐκ οἴδαμεν πόθεν ἐστίν.»30Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· «Ἐν γὰρ τούτῳθαυμαστόν ἐστιν—ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξένμου τοὺς ὀφθαλμούς.31Οἴδαμεν δὲὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.32Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέντις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.33Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν.»34Ἀπεκρίθησαν καὶ εἶποναὐτῷ, «Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως,καὶ σὺ διδάσκεις ἡμᾶς;» Καὶ ἐξέβαλον αὐτὸν ἔξω.35Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω·καὶ εὑρὼν αὐτόν, εἶπεν αὐτῷ,«Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;»36Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, «Καὶ τίς ἐστιν, Κύριε,ἵνα πιστεύσω εἰς αὐτόν;»37Εἶπεν δὲαὐτῷ ὁ Ἰησοῦς, «Καὶ ἑώρακαςαὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.»38Ὁ δὲ ἔφη, «Πιστεύω, Κύριε.» Καὶ προσεκύνησεν αὐτῷ.39Καὶ εἶπεν ὁ Ἰησοῦς, «Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.»40Καὶἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦκαὶ εἶπον αὐτῷ, «Μὴ καὶ ἡμεῖςτυφλοί ἐσμεν;»41Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι ‹Βλέπομεν,› ἡ οὖνἁμαρτία ὑμῶν μένει.