John8grc_f35

The Light of the world at work

1Ἰησοῦς δὲἐπορεύθη εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.2Ὄρθρου δὲ πάλινπαρεγένετοεἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν·καὶ καθίσας ἐδίδασκεν αὐτούς.

A dirty deal

3Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸνγυναῖκα ἐπὶμοιχείᾳ κατειλημμένην·καὶ στήσαντες αὐτὴν ἐνμέσῳ4λέγουσιναὐτῷ·«Διδάσκαλε, ταύτην εὕρομενἐπ᾿ αὐτοφώρῳμοιχευομένην.5Ἐν δὲτῷ νόμῳ ἡμῶν Μωσῆςἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι.Σὺ οὖν τί λέγεις;»6Τοῦτο δὲ ἔλεγονπειράζοντεςαὐτόν, ἵνα ἔχωσινκατηγορίαν κατ᾿αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφενεἰς τὴν γῆν, μὴ προσποιούμενος.7Ὡς δὲ ἐπέμενον ἐρωτῶντεςαὐτόν, ἀνακύψαςεἶπεν πρὸς αὐτούς,«Ὁ ἀναμάρτητος ὑμῶν πρῶτοςτὸν λίθον ἐπ᾿ αὐτῇ βαλέτω.»8Καὶ πάλιν κάτω κύψαςἔγραφεν εἰς τὴν γῆν.9Οἱ δὲ ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι,ἐξήρχοντο εἷς καθ᾿ εἷς,ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων.Καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς,καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.10Ἀνακύψας δὲ ὁ Ἰησοῦς καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸςεἶπεν αὐτῇ·«Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου;Οὐδείς σε κατέκρινεν;»11Ἡ δὲ εἶπεν, «Οὐδείς, Κύριε.» Εἶπεν δὲ αὐτῇ ὁ Ἰησοῦς,«Οὐδὲ ἐγώ σε κατακρίνω·πορεύου, καὶ ἀπὸ τοῦ νῦνμηκέτι ἁμάρτανε.»

Jesus dialogs with the Pharisees

12Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησενλέγων· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.»13Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, «Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.»14Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢποῦ ὑπάγω.15Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα.16Καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθήςἐστιν· ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾿ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ.17Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν·18Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.»19Ἔλεγον οὖν αὐτῷ, «Ποῦ ἐστιν ὁ Πατήρ σου;» ἈπεκρίθηἸησοῦς· «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου. Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.»20Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦςἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

“You will die in your sins”

21Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς·«Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε. Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.»22Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, «Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ‹Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν›;»23Καὶ εἶπεναὐτοῖς· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ· ἐγὼ ἐκ τῶν ἄνω εἰμί. Ὑμεῖς ἐκ τοῦ κόσμου τούτουἐστέ· ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.24Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.»25Ἔλεγον οὖν αὐτῷ, «Σὺ τίς εἶ;» Καὶ εἶπεναὐτοῖς ὁ Ἰησοῦς· «Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν.26Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν, ἀλλ᾿ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ᾿ αὐτοῦ—ταῦτα λέγωεἰς τὸν κόσμον.»27Οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν.28Εἶπεν οὖν αὐτοῖςὁ Ἰησοῦς· «Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ᾿ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατήρ μου,ταῦτα λαλῶ.29Καὶ ὁ πέμψας με μετ᾿ ἐμοῦ ἐστιν. Οὐκ ἀφῆκέν με μόνον ὁ Πατήρ,ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.»

“The Truth will make you free”

30Ταῦτα αὐτοῦ λαλοῦντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.31Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε·32καὶ γνώσεσθε τὴν Ἀλήθειαν, καὶ ἡ Ἀλήθεια ἐλευθερώσει ὑμᾶς.»33Ἀπεκρίθησαν καὶ εἶποναὐτῷ·«Σπέρμα Ἁβραάμἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Πῶς σὺ λέγεις ὅτι ‹Ἐλεύθεροι γενήσεσθε›;»34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας.35Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.36Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.37Οἶδα ὅτι σπέρμα Ἁβραάμ ἐστε, ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.38Ἐγὼ ὃἑώρακα παρὰ τῷ Πατρί μου,λαλῶ, καὶ ὑμεῖς οὖν ὃἑωράκατεπαρὰ τῷ πατρὶὑμῶνποιεῖτε.»

“Your father is the devil”

39Ἀπεκρίθησαν καὶ εἶποναὐτῷ, «Ὁ πατὴρ ἡμῶν Ἁβραάμ ἐστιν.» Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε,τὰ ἔργα τοῦ Ἁβραὰμ ἐποιεῖτε·40νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ. Τοῦτο Ἁβραὰμ οὐκ ἐποίησεν.41Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν.» Εἶπον οὖναὐτῷ, «Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα Πατέρα ἔχομεν—τὸν Θεόν.»42Εἶπεν οὖναὐτοῖς ὁ Ἰησοῦς· «Εἰ ὁ Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾿ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾿ ἐκεῖνός με ἀπέστειλεν.43Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε;—ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.44Ὑμεῖς ἐκ τοῦπατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇτὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.45Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.46Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ δὲἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;47Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.»48Ἀπεκρίθησαν οὖνοἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, «Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτηςεἶ σὺ καὶ δαιμόνιον ἔχεις;»49Ἀπεκρίθη Ἰησοῦς· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω· ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.50Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.51Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸντηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ, εἰς τὸν αἰῶνα.»

“Before Abraham was, I AM”

52Εἶπον οὖναὐτῷ οἱ Ἰουδαῖοι· «Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἁβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ‹Ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσηται θανάτουεἰς τὸν αἰῶνα.›53Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραάμ, ὅστις ἀπέθανεν; Καὶ οἱ προφῆται ἀπέθανον. Τίνα σεαυτὸν σὺποιεῖς;»54Ἀπεκρίθη Ἰησοῦς· «Ἐὰν ἐγὼ δοξάζωἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν. Ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι ‹Θεὸς ἡμῶνἐστιν.›55Καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. Καὶ ἐὰνεἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν,ψεύστης, ἀλλ᾿ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.56Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καί, εἶδεν καὶ ἐχάρη.»57Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας;»58Εἶπεναὐτοῖς ὁἸησοῦς, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγώ εἰμι.»59Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.