John19grc_f35

Soldiers mock Jesus

1Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν.2Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ· καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτὸν3καὶ ἔλεγον, «Χαῖρε, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.» Καὶ ἐδίδουναὐτῷ ῥαπίσματα.

“Behold the Man!”

4Ἐξῆλθεν οὖνπάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς, «Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.»5Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον· καὶ λέγει αὐτοῖς, «Ἴδε,ὁ ἄνθρωπος.»6Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, «Σταύρωσον, σταύρωσον αὐτόν.»Λέγει αὐτοῖς ὁ Πιλᾶτος, «Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.»7Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, «Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶνὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Υἱὸν Θεοῦἐποίησεν.»

Pilate and Jesus again

8Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ, «Πόθεν εἶ σύ;» Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.10Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· «Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαίσε;»11ἈπεκρίθηἸησοῦς·«Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦεἰ μὴ ἦν σοι δεδομένονἌνωθεν. Διὰ τοῦτο ὁ παραδιδούςμέ σοι μείζονα ἁμαρτίαν ἔχει.»

The Jews best Pilate

12Ἐκ τούτου ἐζήτει ὁ Πιλᾶτοςἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἔκραζονλέγοντες· «Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸνποιῶν ἀντιλέγει τῷ Καίσαρι.»13Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγονἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦβήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαβαθᾶ14(ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα· ὥρα ἦνὡσεὶἕκτη), καὶ λέγει τοῖς Ἰουδαίοις, «Ἴδε, ὁ Βασιλεὺς ὑμῶν.»15Οἱ δὲ ἐκραύγασαν,«Ἆρον, ἆρον, σταύρωσον αὐτόν.» Λέγει αὐτοῖς ὁ Πιλᾶτος, «Τὸν Βασιλέα ὑμῶν σταυρώσω;» Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.»16Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Jesus is crucified Παρέλαβον δὲτὸν Ἰησοῦν καὶ ἤγαγον.17Καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦἐξῆλθεν εἰς τὸνλεγόμενον Κρανίου τόπον, ὃςλέγεται Ἑβραϊστί, Γολγοθᾶ,18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.19Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. Ἦν δὲ γεγραμμένον· ΙΗΣΟΥΣ Ὁ ΝΑΖΩΡΑΙΟΣ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ20Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεωςὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.21Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, «Μὴ γράφε, ‹Ὁ Βασιλεὺς τῶν Ἰουδαίων,› ἀλλ᾿ ὅτι ἐκεῖνος εἶπεν, ‹Βασιλεύς εἰμι τῶν Ἰουδαίων.› »22Ἀπεκρίθη ὁ Πιλᾶτος, «Ὃ γέγραφα, γέγραφα.»

Psalm 22:18 is fulfilled

23Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄρραφος,ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾿ ὅλου.24Εἶπονοὖν πρὸς ἀλλήλους, «Μὴ σχίσωμεν αὐτὸν ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται,» ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα·«Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.

Jesus provides for His mother

25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.26Ἰησοῦς οὖν, ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ,«Γύναι, ἴδεὁ υἱός σου.»27Εἶτα λέγει τῷ μαθητῇ, «Ἰδοὺἡ μήτηρ σου.» Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴνεἰς τὰ ἴδια.

The shout of victory

28Μετὰ τοῦτο, εἰδὼς ὁ Ἰησοῦςὅτι ἤδη πάντατετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφή, λέγει, «Διψῶ.»29Σκεῦος οὖνἔκειτο ὄξους μεστόν· οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.30Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς,εἶπεν, «Τετέλεσται.» Καὶ κλίνας τὴν κεφαλήν, παρέδωκεν τὸ πνεῦμα.

A soldier spears His side

31Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν(ἦν γὰρ μεγάλη ἡἡμέρα ἐκείνουτοῦ σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.32Ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ.33Ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδητεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη.34Ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ εὐθέως ἐξῆλθεναἷμα καὶ ὕδωρ.35Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ ἐστιν ἡ μαρτυρία αὐτοῦ,(κἀκεῖνοςοἶδεν ὅτι ἀληθῆ λέγει), ἵναὑμεῖς πιστεύσητε.36Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ Γραφὴ πληρωθῇ, «Ὀστοῦν οὐ συντριβήσεται ἀπ᾿αὐτοῦ.»37Καὶ πάλιν ἑτέρα Γραφὴ λέγει· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν.»

Jesus' body is buried

38Μετὰταῦτα ἠρώτησεν τὸν ΠιλᾶτονἸωσήφ, ὁἀπὸ Ἀριμαθαίας (ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων), ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα τοῦ Ἰησοῦ.39Ἦλθεν δὲ καὶ Νικόδημος (ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦννυκτὸς τὸ πρῶτον), φέρων μῖγμα σμύρνης καὶ ἀλόης, ὡςλίτρας ἑκατόν.40Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ἐνὀθονίοις, μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.41Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη.42Ἐκεῖ οὖν, διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.