The Way, the Truth, the Life
1»Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεὸν καὶ εἰς ἐμὲ πιστεύετε.2Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν (εἰ δὲ μή, εἶπον ἂν ὑμῖν).Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν.3Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσωὑμῖν τόπον,πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.4Καὶ ὅπου ἐγὼὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.»Thomas’ question
5Λέγει αὐτῷ Θωμᾶς, «Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶπῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;»6Λέγει αὐτῷ ὁἸησοῦς· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ.7Εἰ ἐγνώκειτέμε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν·καὶ ἀπ᾿ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.»Philip’s question
8Λέγει αὐτῷ Φίλιππος, «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν.»9Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Τοσοῦτον χρόνονμεθ᾿ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα· καὶπῶς σὺ λέγεις, ‹Δεῖξον ἡμῖν τὸν Πατέρα›;10Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶὑμῖν ἀπ᾿ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.11Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί·εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.Greater works than these
12»Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει· καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μουπορεύομαι.13Καί, ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ.14Ἐάν τι αἰτήσητεἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.15Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.16Καί, ἐγὼἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα17—τὸ Πνεῦμα τῆς Ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό·ὑμεῖς δὲγινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.18»Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.19Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με. Ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε.20Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, κἀγὼἐν ὑμῖν.21Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.»Judas’ question
22Λέγει αὐτῷ Ἰούδας (οὐχ ὁ Ἰσκαριώτης), «Κύριε, καὶτί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;»23ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτῷ· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει. Καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν.24Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καί, ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με Πατρός.The Teacher, the peace; the Father, the enemy
25»Ταῦτα λελάληκα ὑμῖν παρ᾿ ὑμῖν μένων.26Ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.27»Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.28»Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ‹Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς.› Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον,‹Πορεύομαι πρὸς τὸν Πατέρα,› ὅτι ὁ Πατήρ μουμείζων μού ἐστιν.29Καὶ νῦν εἴρηκα ὑμῖν, πρὶν γενέσθαι, ἵνα ὅταν γένηται, πιστεύσητε.30»Οὐκέτι πολλὰ λαλήσω μεθ᾿ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμουἄρχων· καί, ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.31Ἀλλ᾿ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν Πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ Πατήρ, οὕτως ποιῶ. »Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.