John10grc_f35

Jesus the Shepherd

A true shepherd

1»Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής.2Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων.3Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖκατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά.4Καὶὅταν τὰ ἴδια πρόβατα ἐκβάλλῃ,ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ.5Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν,ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν.»6Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.

The Door

7Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς·«Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτιἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.8Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦκλέπται εἰσὶν καὶ λῃσταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.9Ἐγώ εἰμι ἡ θύρα. Δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.10Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν.

The Good Shepherd

11»Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.12Ὁ μισθωτὸς δέ,καὶ οὐκὢν ποιμήν, οὗ οὐκ εἰσὶντὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.13Ὁ δὲ μισθωτὸς φεύγειὅτι μισθωτός ἐστιν καὶ οὐ μέλειαὐτῷ περὶ τῶν προβάτων.14»Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.15Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.16Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν·καὶ γενήσεταιμία ποίμνη, εἷς ποιμήν.17»Διὰ τοῦτο ὁ Πατήρ μεἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν.18Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾿ ἐμοῦ, ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναιαὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου.»19Σχίσμα οὖνπάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.20Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· «Δαιμόνιον ἔχει καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε;»21Ἄλλοι ἔλεγον· «Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;»

“My sheep hear my voice”

22Ἐγένετο δὲτὰ Ἐγκαίνια ἐνἹεροσολύμοις, καὶ χειμὼνἦν.23Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, ἐν τῇ ΣτοᾷΣολομῶνος.24Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· «Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.»25Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· «Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου—ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ.26Ἀλλ᾿ὑμεῖς οὐ πιστεύετε, οὐ γάρἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν.27Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει,κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι.28Κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς,καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα· καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.29Ὁ Πατήρ μου, ὃςδέδωκέν μοι, μείζων πάντωνἐστίν· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.30Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.»31Ἐβάστασαν οὖνπάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.32Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· «Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖνἐκ τοῦ Πατρός μου.Διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;»33Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες,«Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· καὶ ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν.»34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς·«Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν,‹Ἐγὼ εἶπα,θεοί ἐστε›;35Εἰ ἐκείνους εἶπεν θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο—καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή—36ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι ‹Βλασφημεῖς,› ὅτι εἶπον, ‹Υἱὸς τοῦ Θεοῦ εἰμι›;37Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι.38Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε,τοῖς ἔργοις πιστεύσατε,ἵνα γνῶτε καὶ πιστεύσητεὅτι ἐν ἐμοὶ ὁ Πατήρ, κἀγὼ ἐν αὐτῷ.»39Ἐζήτουν οὖνπάλιν πιάσαι αὐτόν,καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.40Καὶ ἀπῆλθεν πάλινπέραν τοῦ Ἰορδάνου, εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ.41Καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι «Ἰωάννης μὲν σημεῖον ἐποίησενοὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν.»42Καὶ ἐπίστευσαν πολλοὶἐκεῖ εἰς αὐτόν.