How he was recognized by the apostolate
1Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα, μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον.2Ἀνέβην δὲ κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν. Κατ᾿ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον.3Ἀλλ᾿ οὐδὲ Τίτος, ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι·4διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους (οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομενἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται),5οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεντῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.—6Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι (ὁποῖοί ποτεἦσαν οὐδέν μοι διαφέρει· πρόσωπονΘεὸς ἀνθρώπου οὐ λαμβάνει)—ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,7ἀλλὰ τοὐναντίον, ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς8(ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶεἰς τὰ ἔθνη),9καὶ γνόντεςτὴν χάριν τὴν δοθεῖσάνμοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲνεἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·10μόνοντῶν πτωχῶν ἵνα μνημονεύωμεν,ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.Paul has to rebuke Peter
11Ὅτε δὲ ἦλθεν Πέτροςεἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν.12Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν·ὅτε δὲ ἦλθον ὑπέστελλεν καὶ ἀφώριζενἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.13Καὶ συνυπεκρίθησαναὐτῷ καὶοἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶΒαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.14Ἀλλ᾿ ὅτε εἶδονὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Πέτρῳἔμπροσθεν πάντων· «Εἰ σύ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς,τίτὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;15Ἡμεῖς φύσει Ἰουδαῖοι (καὶ οὐκ ἐξ ‹ἐθνῶν ἁμαρτωλοί›),16εἰδότεςὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου· διότιοὐ δικαιωθήσεται ἐξ ἔργων νόμουπᾶσα σάρξ.17Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο.18»Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.19Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω.20Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.21Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.»