Salutation
1Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦδιὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός,2τοῖς ἐν Κολοσσαῖςἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.Building rapport
3Εὐχαριστοῦμεν τῷ Θεῷ καὶΠατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι4(ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴνεἰς πάντας τοὺς ἁγίους),5διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας6(τοῦ εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶἔστιν καρποφορούμενον καὶ αὐξανόμενονκαθὼς καὶ ἐν ὑμῖν, ἀφ᾿ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ),7καθὼς καὶἐμάθετε ἀπὸ Ἐπαφρᾶ, τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ὑμῶνδιάκονος τοῦ Χριστοῦ,8ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.Walk worthily of the Lord
9Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾿ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,10περιπατῆσαι ὑμᾶςἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν,ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιντοῦ Θεοῦ·11ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν·12μετὰ χαρᾶς εὐχαριστοῦντες τῷΠατρὶ τῷ ἱκανώσαντι ἡμᾶςεἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί·13ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ,14ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ,τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.The supremacy of Christ described
15Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσηςκτίσεως,16ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα—τὰἐν τοῖς οὐρανοῖς καὶ τὰἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι—τὰ πάντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·17καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.18Καί, αὐτός ἐστιν ἡκεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,19ὅτι ἐν αὐτῷ εὐδόκησενπᾶν τὸ πλήρωμα κατοικῆσαι20καὶ δι᾿ αὐτοῦ ἀποκαταλλάξαι τὰπάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ—δι᾿ αὐτοῦ,εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐπὶτοῖς οὐρανοῖς.The truth applied
21Καὶ ὑμᾶς (ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς)22νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου αὐτοῦ,παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ—23εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου, οὗ ἠκούσατε τοῦ κηρυχθέντος ἐν πάσῃ τῇκτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγώ, Παῦλος, διάκονος.Present everyone perfect in Christ
24Νῦν χαίρω ἐν τοῖς παθήμασίν μουὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου, ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅἐστιν ἡ ἐκκλησία,25ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ,26τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶδὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ·27οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁπλοῦτος τῆς δόξης τοῦμυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅςἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·28ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπονἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωποντέλειονἐν Χριστῷ·29εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.