Acts18grc_f35

Corinth

1Μετὰ δὲταῦτα χωρισθεὶς ὁ Παῦλοςἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.2Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ (διὰ τὸ διατεταχέναιΚλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκτῆς Ῥώμης), προσῆλθεν αὐτοῖς·3καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενενπαρ᾿ αὐτοῖς καὶ εἰργάζετο(ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην).4Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύματιὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις·τὸν Χριστὸν Ἰησοῦν.6Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενοςτὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· «Τὸ αἷμα ὑμῶν ἐπὶ τὰς κεφαλὰςὑμῶν· καθαρὸς ἐγώ. Ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.»

The house of Justus becomes the base

7Καὶ μεταβὰς ἐκεῖθεν ἦλθενεἰς οἰκίαν τινὸς ὀνόματιἸούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.8Κρίσπος δέ, ὁ ἀρχισυνάγωγος, ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων, ἀκούοντες,ἐπίστευον καὶ ἐβαπτίζοντο.9Εἶπεν δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶτῷ Παύλῳ· «Μὴ φοβοῦ· ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,10διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.»11Ἐκάθισέν τεἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.

Gallio

12Γαλλίωνος δὲ ἀνθυπατεύοντοςτῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοιτῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,13λέγοντες ὅτι «Παρὰ τὸν νόμον ἀναπείθει οὗτοςτοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.»14Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· «Εἰ μὲν οὖνἦν ἀδίκημά τιἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμηνὑμῶν·15εἰ δὲ ζήτημάἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾿ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρἐγὼ τούτων οὐ βούλομαι εἶναι.»16Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.17Ἐπιλαβόμενοι δὲ πάντες οἱ ἝλληνεςΣωσθένην, τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελλεν.

To Ephesus and Antioch

18Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας (κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς,εἶχεν γὰρ εὐχήν).19Κατήντησενδὲ εἰς Ἔφεσον κἀκείνουςκατέλιπεναὐτοῦ (αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθητοῖς Ἰουδαίοις).20Ἐρωτώντων δὲ αὐτῶνἐπὶ πλείονα χρόνον μεῖναι παρ᾿ αὐτοῖς,οὐκ ἐπένευσεν·21ἀλλ᾿ἀπετάξατο αὐτοῖςεἰπών, «Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα·πάλιν δὲἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος.» Καὶ ἀνήχθηἀπὸ τῆς Ἐφέσου.22Καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν.23Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς.

Apollos

24Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι,Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς.25Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ,ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.26Οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα,προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντοτὴν τοῦ Θεοῦ ὁδόν.27Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.