2 Corinthians13grc_f35

I will not spare

1Τρίτοντοῦτο ἔρχομαι πρὸς ὑμᾶς. «Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.»2Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφωτοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν· ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι,3ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ—ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖἐν ὑμῖν4(καὶ γὰρ εἰἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ). Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθασὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.

Examine yourselves

5Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει· ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν;—εἰ μήτιἀδόκιμοί ἐστε.6Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.7Εὔχομαιδὲ πρὸς τὸν Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν·οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾿ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε(ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν).8Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ᾿ὑπὲρ τῆς ἀληθείας.9Χαίρομεν γὰρὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲκαὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.10Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι,κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέν μοι ὁ Κύριος,εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.11Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε· παρακαλεῖσθε· τὸ αὐτὸ φρονεῖτε· εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ τῆςεἰρήνης ἔσται μεθ᾿ ὑμῶν.12Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.13Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.14Ἡ χάρις τοῦ Κυρίου ἡμῶνἸησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν.,