2 Corinthians1grc_f35

Greeting

1Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦδιὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·2Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Praise for deliverance

3Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως,4ὁ παρακαλῶν ἡμᾶς ἐπὶπάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.5Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦΧριστοῦ περισσεύεικαὶ ἡ παράκλησις ἡμῶν.6Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶνπαθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν7(καί, ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν)· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας,εἰδότες ὅτι ὥσπερκοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.8Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖνἐν τῇ Ἀσίᾳ· ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν, ὑπὲρ δύναμιν,ὥστε ἐξαπορηθῆναι ἡμᾶςκαὶ τοῦ ζῆν.9Ἀλλὰαὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντιτοὺς νεκρούς·10ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύεται·εἰς ὃν ἠλπίκαμεν ὅτικαὶ ἔτι ῥύσεται,11συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει· ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ, ὑπὲρ ὑμῶν.

A change of plans

12Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν· τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἱλικρινείᾳΘεοῦ,οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾿ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.13Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε· ἐλπίζω δὲ ὅτι καὶἕως τέλους ἐπιγνώσεσθε14(καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους) ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ ΚυρίουἸησοῦ.15Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν τὸ πρότερον(ἵνα δευτέραν χάριν ἔχητε),16καὶ δι᾿ ὑμῶν διελθεῖνεἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ᾿ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.17Τοῦτο οὖν βουλευόμενος,μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾿ ἐμοὶ τὸ ‹ναί, ναὶ› καὶ τὸ ‹οὔ, οὔ›;18Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο‹ναὶ› καὶ ‹οὔ,›19ὁ γὰρ τοῦ ΘεοῦΥἱός, Ἰησοῦς Χριστός, ὁ ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς—δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου—οὐκ ἐγένετο ‹ναὶ› καὶ ‹οὔ.› Ἀλλά, ‹ναὶ› ἐν αὐτῷ γέγονεν,20ὅσαι γὰρ ἐπαγγελίαιΘεοῦ, ἐν αὐτῷ τὸ‹ναί›· καὶ ἐν αὐτῷτὸ‹ἀμήν›, τῷ Θεῷ πρὸς δόξαν δι᾿ἡμῶν.21Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖνεἰς Χριστόν, καὶ χρίσας ἡμᾶς, Θεός,22καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνατοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

The change explained

23Ἐγὼ δέ, μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι, ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.24(Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.)