1 Corinthians7grc_f35

About marriage

1Περὶ δὲ ὧν ἐγράψατέ μοι·καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.2Διὰ δὲ τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.3Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιανἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.4Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ὁ ἀνήρ· ὁμοίωςδὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ἡ γυνή.5Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητετῇ νηστείᾳ καὶ τῇπροσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθεἵνα μὴ πειράζῃὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.6Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾿ ἐπιταγήν7(θέλω γὰρπάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾿ἕκαστος ἴδιον χάρισμα ἔχειἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃςδὲ οὕτως).8Λέγω δὲ τοῖςἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστινἐὰν μείνωσιν ὡς κἀγώ·9εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσονγάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι.

Mixed marriages

10Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω(οὐκ ἐγὼ ἀλλ᾿ὁ Κύριος)· γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι11(ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω), καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.12Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω(οὐχ ὁ Κύριος)· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὐτὴσυνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.13Καὶ γυνὴ ἥτιςἔχει ἄνδρα ἄπιστον καὶ αὐτὸςσυνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.14Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί·ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.15Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω—οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶςὁ Θεός.16Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;

About other situations

17Εἰ μή, ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός,ἕκαστον ὡς κέκληκεν ὁ Κύριος,οὕτως περιπατείτω (καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαιςδιατάσσομαι).18Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ἐκλήθη;Μὴ περιτεμνέσθω.19Ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.20Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.21Δοῦλος ἐκλήθης; Μή σοι μελέτω, ἀλλ᾿ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.22Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν. Ὁμοίως καὶὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ.23Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.24Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰΘεῷ.

About virgins

25Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.26Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην—ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι·27Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.28Ἐὰν δὲ καὶ γήμῃς,οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.

A sense of urgency

29Τοῦτο δέ φημι, ἀδελφοί,ὁ καιρὸς συνεσταλμένος· τὸ λοιπόν ἐστινἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν,30καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες,31καὶ οἱ χρώμενοι τῷ κόσμῳτούτῳὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.

Marriage again

32Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου· πῶς ἀρέσειτῷ Κυρίῳ.33Ὁ δὲγαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου· πῶς ἀρέσειτῇ γυναικί.34Μεμέρισται καὶἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμοςμεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶσώματι καὶπνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου· πῶς ἀρέσειτῷ ἀνδρί.35Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρονλέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον, καὶ εὐπρόσεδροντῷ Κυρίῳ ἀπερισπάστως.36Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.37Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ,μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦτοῦτηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ.38Ὥστε, καὶ ὁ ἐκγαμίζωνκαλῶςποιεῖ,ὁ δὲμὴ ἐκγαμίζωνκρεῖσσον ποιεῖ.39Γυνὴ δέδεται νόμῳἐφ᾿ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς, ἐὰν δὲ καὶκοιμηθῇ ὁ ἀνήρ,ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι—μόνον ἐν Κυρίῳ.40Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην—δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.