1 Corinthians3grc_f35

It is not to be sectarian

1Καὶ ἐγώ,ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαιὡς πνευματικοῖς, ἀλλ᾿ ὡς σαρκικοῖς,ὡς νηπίοις ἐν Χριστῷ.2Γάλα ὑμᾶς ἐπότισα καὶοὐ βρῶμα, οὔπω γὰρ ἠδύνασθε.Ἀλλ᾿ οὔτεἔτι νῦν δύνασθε,3ἔτι γὰρ σαρκικοί ἐστε· ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι,οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;4Ὅταν γὰρ λέγῃτις, «Ἐγὼ μέν εἰμι Παύλου,» ἕτερος δέ, «ἘγὼἈπολλώ,» οὐχὶσαρκικοίἐστε;

God’s coworkers

5Τίςοὖν ἐστιν Παῦλος,τίςδὲἈπολλώς,ἀλλ᾿ ἢδιάκονοι δι᾿ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;6Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾿ὁ Θεὸς ηὔξανεν.7Ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι, οὔτε ὁ ποτίζων, ἀλλ᾿ ὁ αὐξάνων Θεός.8Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεταικατὰ τὸν ἴδιον κόπον.9Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.

There will be an accounting

10Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα,ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·11θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναιπαρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.12Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτονχρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,13ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται. Καί, ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρδοκιμάσει.14Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησεν,μισθὸν λήψεται.15Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.

We are a temple of God

16Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;17Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.18Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω ἵνα γένηται σοφός.19Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν. Γέγραπται γάρ· «Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν»·20καὶ πάλιν, «Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶν μάταιοι.»21Ὥστε, μηδεὶς καυχάσθω ἐν ἀνθρώποις, πάντα γὰρ ὑμῶν ἐστιν·22εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς, εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἐνεστῶτα εἴτε μέλλοντα—πάντα ὑμῶν ἐστιν,23ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.