Learn from Israel
1Οὐ θέλω δὲὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον2—καὶ πάντες εἰς τὸν Μωϋσῆνἐβαπτίσαντοἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ—3καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον4καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον·ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτραἦν ὁ Χριστός.5Ἀλλ᾿ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός—κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.Examples
6Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν.7Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπεργέγραπται· «Ἐκάθισεν ὁ λαὸςφαγεῖν καὶ πιεῖν,καὶ ἀνέστησαν παίζειν.»8Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν—καὶ ἔπεσονἐνμιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες.9Μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν,καθὼς καίτινες αὐτῶν ἐπείρασαν—καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.10Μηδὲ γογγύζετε, καθὼς καίτινες αὐτῶν ἐγόγγυσαν—καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.11Ταῦτα δὲ πάντατύποι συνέβαινονἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.12Ὥστε, ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.13Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος, δυνατὸςδὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶςὑπενεγκεῖν.Eschew idolatry
14Διόπερ,ἀγαπητοί μου,φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.15Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.16Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν;Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;17Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.18Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶοἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;Idol = demon
19Τί οὖν φημι; Ὅτι εἴδωλόν τί ἐστιν, ἢ ὅτι εἰδωλόθυτόντί ἐστιν;20Ἀλλ᾿ ὅτι ἃ θύειτὰ ἔθνηδαιμονίοις θύει καὶ οὐ Θεῷ.Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.21Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.22Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;About conscience
23Πάντα μοιἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. Πάντα μοιἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ.24Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰτὸ τοῦ ἑτέρου ἕκαστος.25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·26«τοῦ γὰρ Κυρίουἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.»27Εἰ δέτις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετεπορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.28Ἐὰν δέ τις ὑμῖν εἴπῃ, «Τοῦτο εἰδωλόθυτόνἐστιν,» μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· «τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.»29Συνείδησιν, δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. Do all to the glory of God Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;30Εἰἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῷ;31Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.32Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοιςκαὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ33—καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρονἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.