Jesus prays
1Ταῦτα ἐλάλησεν ὁἸησοῦς καὶ ἐπῆρεντοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶεἶπεν· For Himself «Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν, ἵνα καὶὁ Υἱός σουδοξάσῃ σε,2καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσειαὐτοῖς ζωὴν αἰώνιον.3Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή· ἵνα γινώσκωσίν σε, τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας—Ἰησοῦν Χριστόν.4Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς. Τὸ ἔργον ἐτελείωσαὃ δέδωκάς μοι ἵνα ποιήσω.5Καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.For the Apostles
6»Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάςμοι ἐκ τοῦ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶαὐτοὺς δέδωκας,καὶ τὸν λόγον σου τετηρήκασιν.7Νῦν ἔγνωκανὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν·8ὅτι τὰ ῥήματα ἃ δέδωκάςμοι δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.9Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ. Οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν.10Καί, τὰ ἐμὰ πάντα σά ἐστιν, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.11Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοιἐν τῷ κόσμῳ εἰσίν, καὶ ἐγὼπρὸς σὲ ἔρχομαι. »Πάτερ Ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧδέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.12Ὅτε ἤμην μετ᾿ αὐτῶν ἐν τῷ κόσμῳ,ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου. Οὓςδέδωκάς μοιἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ.13Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.14»Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου· καὶ ὁ κόσμος ἐμίσησεν αὐτοὺς ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.15Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾿ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.16Ἐκ τοῦ κόσμου οὐκ εἰσίν, καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί.17Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου·ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.18Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον.19Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα καὶ αὐτοὶ ὦσινἡγιασμένοι ἐν ἀληθείᾳ.For all believers
20»Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντωνδιὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ·21ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί· ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓνὦσιν, ἵνα ὁ κόσμος πιστεύσῃὅτι σύ με ἀπέστειλας.22Καὶ ἐγὼτὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν·23ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν· καὶ ἵναγινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.24»Πάτερ, οὓςδέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ᾿ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάςμοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.25Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων· καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας.26Καί, ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.»