ΠΡΟΣ ΤΙΤΟΝ3grc_tcg

Be Ready for Every Good Work

1Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖςκαὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,2μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένουςπρᾳότητα πρὸς πάντας ἀνθρώπους.3Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί,μισοῦντες ἀλλήλους.4Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ,5οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰτὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦπαλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου,6οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,7ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοιγενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.8Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότεςΘεῷ. Ταῦτά ἐστιτὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·9μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.10Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,11εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.

Final Instructions and Greetings

12Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.13Ζηνᾶν τὸν νομικὸν καὶἈπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.14Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.15Ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν.Ἀμήν.